Πέμπτη 1 Απριλίου 2010

Σήμερον κρεμάται...

Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.

Αντίφωνον ιε΄. Ηχος πλ. Β

Σήμερον κρεμάται επι ξύλου ο εν ύδασι την γήν κρεμάσας(εκ γ΄). Στέφανον εξ ακανθών περιτίθεται ο των αγγέλων βασιλεύς. Ψευδή πορφύραν περιβάλλεται ο περιβάλλων τον ουρανόν εν νεφέλαις.Ράπισμα κατεδέξατο ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ. Ήλοις προσηλώθη ο νυμφίος της Εκκλησίας. Λόγχη εκεντήθη ο Υιός της Παρθένου. Προσκυνούμεν σου τα πάθη Χριστέ(εκ γ΄). Δείξον ημίν και την ένδοξόν σου ανάστασιν.



Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΑ', 10-13)

Τάδε λέγει Κύριος· Λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς, καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστί. Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε, καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, καθὰ συνέταξέ μοι Κύριος.

0 σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...