Σελίδες
▼
Χαιρετισμοί στον Τίμιο Σταυρό
Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον
τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς
Ἐκκλησίας περιτείχισμα· δι' οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ
κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ
ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια· ὅπλον ἀκαταμάχητον,
δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων, Ὁσίων, ὡς ἀληθῶς
ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τὼ Κόσμω τὸ μέγα
ἔλεος .Χαίροις ο Ζωηφόρος Σταυρός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου