(᾿Ιω. α´ 44-52)
Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ
εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸ
Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν
Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται,
εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ
Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου
καὶ ἴδε.
Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ
αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ·
πόθεν με γινώσκεις; ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε
Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ᾿Απεκρίθη Ναθαναὴλ καὶ
λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ.
᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς
συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· ᾿Αμὴν ἀμὴν λέγω
ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ
ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Ἀπόδοση σέ ἁπλή γλώσσα
Τόν καιρό ἐκεῖνο ὁ ᾿Ιησοῦς ἀποφάσισε νὰ πάει στὴ Γαλιλαία. Βρίσκει
τότε τὸν Φίλιππο καὶ τοῦ λέει· «῎Ελα μαζί μου». ῾Ο Φίλιππος καταγόταν
ἀπὸ τὴ Βηθσαϊδά, τὴν πατρίδα τοῦ ᾿Ανδρέα καὶ τοῦ Πέτρου. Βρίσκει ὁ
Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέει· «Αὐτὸν ποὺ προανήγγειλε ὁ Μωυσῆς
στὸν νόμο καὶ οἱ προφῆτες, τὸν βρήκαμε· εἶναι ὁ ᾿Ιησοῦς, ὁ γιὸς τοῦ
᾿Ιωσὴφ ἀπὸ τὴ Ναζαρέτ». «Μπορεῖ ἀπὸ τὴ Ναζαρὲτ νὰ βγεῖ τίποτα καλό;» τὸν
ρώτησε ὁ Ναθαναήλ. «῎Ελα καὶ δὲς μόνος σου», τοῦ λέει ὁ Φίλιππος.
῾Ο ᾿Ιησοῦς εἶδε τὸν Ναθαναὴλ νὰ πλησιάζει καὶ λέει γι’ αὐτόν· «Νά
ἕνας γνήσιος ᾿Ισραηλίτης, χωρὶς δόλο μέσα του». «᾿Απὸ ποῦ μὲ ξέρεις;»
τὸν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ ᾿Ιησοῦς τοῦ ἀπάντησε· «Προτοῦ σοῦ πεῖ ὁ
Φίλιππος νὰ ᾿ρθεῖς, σὲ εἶδα ποὺ ἤσουν κάτω ἀπ’ τὴ συκιά». Τότε ὁ
Ναθαναὴλ τοῦ εἶπε· «Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐσὺ εἶσαι ὁ
βασιλιὰς τοῦ ᾿Ισραήλ». Κι ὁ ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «᾿Επειδὴ σοῦ εἶπα
πὼς σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, γι’ αὐτὸ πιστεύεις; Θὰ δεῖς μεγαλύτερα
πράγματα ἀπ’ αὐτά». Καὶ τοῦ λέει· «Σᾶς βεβαιώνω ὅτι σύντομα θὰ δεῖτε νὰ
ἔχει ἀνοίξει ὁ οὐρανός, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ
κατεβαίνουν πάνω στὸν Υἱὸ τοῦ ᾿Ανθρώπου».
0 σχόλια:
Δημοσίευση σχολίου