Τρίτη, 2 Αυγούστου 2011

Απο τον Παρακλητικό Κανόνα στην Παναγία

Τῶν λυπηρῶν ἐπαγωγαί χειμάζουσι,
τήν ταπεινήν μου ψυχήν·
καί συμφορῶν νέφη, τήν ἐμήν καλύπτουσι,
καρδία Θεονύμφευτε·
ἀλλ' ἡ Φῶς τετοκυῖα, τό θεῖον καί προαιώνιον,
λάμψον μοι το φῶς τό χαρμόσυνον.

...

Τά νέφη τῶν λυπηρῶν ἐκάλυψαν,
τήν ἀθλίαν μου ψυχήν καί καρδίαν,
καί σκοτασμόν ἐμποιοῦσί μοι, Κόρη,
ἀλλ' ἡ γεννήσασα Φῶς τό ἀπρόσιτον,
ἀπέλασον ταῦτα μακράν,
τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

...

Ἐκύκλωσαν αἱ τοῦ βίου με ζάλαι,
ὥσπερ μέλισσαι κηρίον Παρθένε,
καί τήν ἐμήν κατασχοῦσαι καρδίαν,
κατατιτρώσκουσι βέλει τῶν θλίψεων·
ἀλλ' εὕροιμί σε βοηθόν,
καί διώκτην καί ῥύστην Πανάχραντε.

...

Περιστάσεις, καί θλίψεις καί ἀνάγκαι,
εὕροσάν με Ἁγνή, καί συμφοραί τοῦ βίου,
καί πειρασμοί με πάντοθεν ἐκύκλωσαν·
ἀλλά πρόστηθί μοι, καί ἀντιλαβοῦ μου
τῇ κραταιᾷ σου σκέπη.

...

Πρός τίνα καταφύγω ἄλλην, Ἁγνή;
ποῦ προσδράμω λοιπόν, καί σωθήσομαι;
ποῦ πορευθῶ; ποίαν δέ ἐφεύρω καταφυγήν;
ποίαν θερμήν ἀντίληψιν;
ποίαν ἐν ταῖς θλίψεσι βοηθόν;
Εἰς σέ μόνην ἐλπίζω, εἰς σέ μόνην καυχῶμαι,
καί ἐπί σέ θαῤῥῶν κατέφυγον.
 https://www.facebook.com/synaxari
 

0 σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...