Σάββατο 9 Ιουλίου 2011

XAΡΑ!!!!!!!!!!!



ΧΑΡΑ ΣΤΑ ΜΑΤΙΑ ΠΟΥ ΔΡΑΚΥΖΟΥΝ
ΓΙΑ ΚΑΠΟΙΟΝ ΑΛΛΟΝ ΠΟΥ ΠΟΝΑ.
ΓΙΑΤΙ ΤΑ ΜΑΤΙΑ ΑΥΤΑ ΘΑ ΔΟΥΝΕ
ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΑ ΑΓΑΘΑ,
ΓΙΑΤΙ ΤΑ ΜΑΤΙΑ ΑΥΤΑ ΘΑ ΔΟΥΝΕ
ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΑ ΑΓΑΘΑ
----------
ΧΑΡΑ ΣΤΟ ΣΤΟΜΑ ΠΟΥ ΘΕ ΛΕΓΕΙ
ΛΟΓΙΑ ΠΑΡΗΓΟΡΑ,ΓΛΥΚΑ.
ΓΙΑΤΙ ΤΟ ΣΤΟΜΑ ΑΥΤΟ ΘΑ ΨΑΛΛΕΙ
ΜΕ ΤΟΥΣ ΑΓΓΕΛΟΥΣ "ΩΣΑΝΝΑ",
ΓΙΑΤΙ...
----------
ΧΑΡΑ ΣΤΑ ΑΥΤΙΑ ΟΠΟΥ ΑΚΟΥΝΕ,
ΤΟ ΘΕΙΟ ΛΟΓΟ ΤΟΥ ΘΕΟΥ.
ΓΙΑΤΙ ΤΑ ΑΥΤΙΑ ΑΥΤΑ ΘΑ ΑΚΟΥΣΟΥΝ
ΤΙΣ ΣΑΛΠΙΓΓΕΣ ΤΟΥ ΟΥΡΑΝΟΥ.
ΓΙΑΤΙ.....

----------

ΧΑΡΑ ΣΑΤ ΧΕΡΙΑ ΠΟΥ ΘΕ ΔΙΝΟΥΝ,
ΜΙΚΡΑ ΠΑΙΔΙΑ ΚΑΙ ΟΡΦΑΝΑ.
ΓΙΑΤΙ ΤΑ ΧΕΡΙΑ ΑΥΤΑ ΘΑ ΓΙΝΟΥΝ
ΦΤΕΡΑ ΓΙΑ ΝΑ ΠΕΤΟΥΝ ΨΗΛΑ.
ΓΙΑΤΙ.....

----------

ΧΑΡΑ ΣΤΑ ΠΟΔΙΑ ΠΟΥ ΦΡΟΝΤΙΖΟΥΝ
ΓΙΑ ΤΗΝ ΑΓΑΠΗ ΤΟΥ ΧΡΣΤΟΥ.
ΓΙΑΤΙ ΑΥΤΑ ΘΑ Σ'ΟΔΗΓΗΣΟΥΝ
ΣΤΗΝ ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΟΥΡΑΝΟΥ.
ΓΙΑΤΙ.....

----------

ΧΑΡΑ ΣΤΟ ΣΠΙΤΙ ΠΟΥ ΑΝΟΙΓΕΙ
ΤΗΝ ΠΟΡΤΑ ΣΤΟΝ ΠΕΡΑΣΤΙΚΟ,
ΓΙΑΤΙ Η ΠΟΡΤΑ ΑΥΤΗ ΑΝΟΙΓΕΙ
ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΚΑΙ ΤΟΝ ΧΡΙΣΤΟ.
ΓΙΑΤΙ.....

Τετάρτη 6 Ιουλίου 2011

Εἰς τὸ προφητικὸν ῥητὸν τὸ λέγον "Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν"· καὶ περὶ ἐλεημοσύνης - Ἅγιος Ἰωάννης Χρυσόστομος



Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται·
καὶ θηρατὴν ὕλη θηροτρόφος, ὅταν ὄρη διερευνήσας, καὶ κορυφὴν κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας.
Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει,
πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων,
οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον,
ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε;
Άνθρωπος - Απάνθρωπος
Φέρε οὖν, ἀγαπητὲ,
∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν μέλος,
καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν·
Ταράσσεται, καὶ τὸ τέλος ἀπόλλυται·
ταράσσεται, καὶ πρὶν καταστῆναι καταποθεῖται·
ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται·
ὡς θύελλα ἐπαίρεται, καὶ ὡς κόνις ἐδαφίζεται·
ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται·
ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος ξηραίνεται·
ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται·
ὡς πομφόλυξ ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται·
ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν·
ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.
Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων αἱ τρυφαί·
αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων οἱ θησαυροί·
αὐτοῦ αἱ φροντίδες, καὶ ἄλλων αἱ εὐφροσύναι·
αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις·
αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι·
αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί·
παρ' αὐτῷ ὁ στεναγμὸς, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί·
παρ' αὐτῷ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα·
αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πάλιν ἐν τοῖς αὐτοῦ ἐντρυφῶσι ψάλλοντες.
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.
Ἄνθρωπος,
τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα,
τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα,
τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον,
τὸ αὐτοδίδακτον πονήρευμα,
τὸ αὐτομαθὲς ἐπιβούλευμα,
τὸ εὔτεχνον εἰς κακουργίαν,
τὸ εὐμήχανον εἰς ἀδικίαν,
τὸ ἕτοιμον εἰς πλεονεξίαν,
τὸ ἀκόρεστον εἰς ἀπληστίαν,
τὸ εὐφυὲς εἰς ἀπιστίαν,
τὸ ὑπέρογκον πνεῦμα,
τὸ μεγαλοῤῥῆμον θράσος,
τὸ εὐδιάλυτον φρύαγμα,
τὸ εὐκαθαίρετον ὕψωμα,
τὸ εὐάλωτον τόλμημα,
ὁ πηλὸς ὁ αὐθάδης,
ἡ τέφρα ἡ στασιώδης,
ἡ κόνις ἡ μεγαλόφρων,
ἡ σποδὸς ἡ πεφυσιωμένη,
ὁ σπινθὴρ ὁ εὐκατάσβεστος,
ἡ φλὸξ ἡ εὐμάραντος,
ὁ εὐρίπιστος λύχνος,
τὸ ἑτοιμοφθόρον ξύλον,
ὁ εὐξήραντος χόρτος,
ἡ εὐνέκρωτος χλόη,
ἡ εὐδαπάνητος φύσις·
ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον τελευτῶν·
ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ·
ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι·
ὁ σήμερον ἐν πορφύρᾳ, καὶ αὔριον ἐν ἐκφορᾷ·
ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς·
ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν·
ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν·
ὁ ἄρτι φρυαττόμενος, καὶ μετ' ὀλίγον θρηνούμενος·
ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος·
ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ αὐτὸν πολυπραγμονῶν·
ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φανταζόμενος·
ὁ φύσει θνητὸς, καὶ τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος·
τὸ πάσης ἀῤῥωστίας προκείμενον πάρεργον,
τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον,
τὸ τῶν πυρετῶν ἀδιάφορον καθημερινὸν γυμνάσιον,
τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον.
Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία!
ὢ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος!
Ὢ πόσα εἶπον,
καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον,
τῆς λεγούσης·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν!
Τέλος, ὅρα, ἀγαπητὲ,
εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα,
εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται,
εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα,
εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν,
εἰ μὴ τὰ χρήματα,
καθάπερ καταιγίδες,
κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν,
εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα.
Άνθρωπος - Απάνθρωπος
Οὗτος ἐκείνου τὸν ἀγρὸν παρεσπάσατο,
ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασε·
καὶ ὁ μὲν περὶ ὕδατος τῷ γείτονι κρίνεται,
ὁ δὲ περὶ ἀέρος τῷ συνοικήτορι πολεμεῖ.
Οἱ μὲν διὰ μέτρα τῆς γῆς διακαπνίζονται,
οἱ δὲ περὶ οἰκοδομῆς ἀλλήλους διαθλίβουσιν·
οὗτος, ἅπερ οὐκ ἔδωκε, λαβεῖν ἐπιφύεται·
ἐκεῖνος, ἅπερ ἔλαβε, μὴ δοῦναι δικάζεται.
Ὁ μὲν περὶ τόκους ἀπληστεύεται·
ὁ δὲ καὶ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται·
οὗτος ἀπορῶν ὀδυνᾶται·
ἐκεῖνος εὐπορῶν θορυβεῖται·
ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων ἐπιβουλεύεται·
ὁ ἐν ἀρχαῖς, ὑποβλέπεται·
ὁ ἐν ἐξουσίαις, μισεῖται·
ὁ ἐν δυναστείαις, σκευάζεται.
Άνθρωπος - Απάνθρωπος
Οἱ πόλεμοι συνέχουσιν,
οἱ φθόνοι ἐπάλληλοι,
ἡ ἀπληστία τυραννεῖ,
ἡ πλεονεξία καταδυναστεύει,
τὸ ψεῦδος ὑπεραίρεται,
ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν,
ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν,
ἡ φιλία μέχρι τραπέζης περιορίζεται.
Οἱ ἄλλοι τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν·
ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται,
ὁ ἀὴρ μέχρις αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται.
∆ιὰ τὰ χρήματα ὁ βίος ἀβίωτος γέγονε·
διὰ τὰ χρήματα ἐλεύθερα στοιχεῖα πεπράκαμεν·
ὁδοὶ τελωνεύονται,
ἡ γῆ ἀποκεκλήρωται,
ὕδατα δεσποτεύονται,
ὁ ἀὴρ ὠναῖς ὑποβάλλεται·
δεκατολόγοι καὶ φορολόγοι καὶ τελῶναι τὰς πόλεις συνέχουσιν·
οἱ πλούσιοι ταῖς φροντίσιν ἐκτήκονται·
οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται·
οἱ ἅρπαγες τὸν βίον ταράττουσιν·
οἱ φιλοχρήμονες τὰ δικαστήρια κατατρίβουσιν·
οἱ ἔμποροι τὰς συμφορὰς πραγματεύονται·
οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν.
Ἀλλήλοις ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν·
εἰς τὸ ὀμνύειν μόνον τὸν Θεὸν ἐπιστάμεθα.
Άνθρωπος - Απάνθρωπος
Οὕτω πάντας ἐν κακοῖς σεσωρευμένους ὀρῶν ὁ προφήτης,
καὶ τὸν βίον ταλανίζων, ἔλεγε·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.
Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται;
ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται;
Οὐδὲν τῶν ἐν ζώοις ἢ στοιχείοις ταρασσόμενον εὗρον.
Ταράσσεται, φησὶ, τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται·
σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται·
κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι·
θορυβεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται·
διεγείρεται φλὸξ, καὶ ὑποκειμένην ὕλην ἀναλίσκουσα σβέννυται.
Άνθρωπος - Απάνθρωπος
Ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασιν οὐδέποτε παύεται·
ἔλαβε τοῦτο, καὶ πρὸς ἐκεῖνο ἀποβλέπει·
ἐκράτησεν ἐκεῖνο, καὶ πρὸς ἄλλο κέχηνε.
Τὰ ἑκατὸν διπλασιάζειν φιλονεικεῖ,
ἐπὶ τοῖς τοσούτοις πάλιν τὰ τοσαῦτα σωρεύειν ἐπείγεται,
καὶ οὐδέποτε τοῦ σωρεύειν παύεται,
ἕως ἂν τὸ τέλος αὐτοῦ σωρευθῇ·
καὶ τῇ δίψῃ τῆς φιλαργυρίας συνεχόμενος, ὠχρότερος χρυσίου περιέρχεται,
διὰ τὸν πολυπόθητον πλοῦτον,
τὸν τάχα ἀβεβαιότερον φίλον,
τὸν ἐπίβουλον πόθον,
τὸν πολυδέσποτον ἐμπαίκτην,
τὸν πολυέραστον χλευαστὴν,
τὸν ὑπόπτερον δέσμιον,
τὸν πολέμιον νεκρὸν,
τὸν ἐν τῷ κόσμῳ ἀφιπτάμενον ἄνεμον·
πλοῦτον,
τὸν πάσης ἀτοπίας γεννήτορα,
τὸν πάσης κακίας εὑρετὴν,
τὸν συνεργὸν τῆς ψυχοφθόρου τρυφῆς,
τὸν ἀντίπαλον τῆς ἐγκρατείας,
τὸν πολέμιον τῆς σωφροσύνης,
καὶ τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην.
Άνθρωπος - Απάνθρωπος
Ἀλλὰ τί διαβάλλω τὸν πλοῦτον, τοὺς κεκτημένους ἀφείς;
Ἀδικεῖται καὶ αὐτὸς δεσμούμενος ὑπ' αὐτῶν, καὶ πέδαις συνεχόμενος.
Ἔοικε γάρ μοι αὐτὸν πρὸς αὐτοὺς ἀφιέναι φωνήν·
Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε;
τί με, καθάπερ δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε;
τί με ὡς φίλον περιπτύσσεσθε, καὶ ὡς κακοῦργον καταδεσμεῖτε, ἀπὸ μετάλλων εἰς τὰς ὑμῶν χεῖρας παραπέμποντες;
Εἰ θέλετε κἂν τῶν ὀνείρων κουφότερον ἀναπαῦσαί με,
ἐάσατέ με καὶ εἰς τὰς τῶν πενήτων δεξιὰς μεταπεμφθῆναι.
Ἀλλά φησι·
Τέκνοις συνάγω τὸν πλοῦτον, ἵνα μὴ πενίας γένωνται κληρονόμοι.
Καλῶς ὁ πολυφάνταστος πλούσιος·
τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει·
τὰ καθ' ἑαυτὸν ἀγνοεῖ, καὶ περὶ τῶν παίδων φροντίζει·
εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ τῶν κληρονόμων βουλεύεται.
Ὦ ἄφρων, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι·
εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε πιστεύω σοι καὶ τὰ τῆς αὔριον.
Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς;
τί θέλεις εἶναι καὶ νεκρὸς καὶ χλευαζόμενος;
τί διορίζῃ τῷ Θεῷ τὸ πρακτέον;
τί νομοθετεῖς τὴν τοῦ Θεοῦ πρόνοιαν διοικεῖσθαι τὰ σοὶ δεδομένα;
Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ.
Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικητὴς ζώντων,
καὶ νεκρῶν κριτὴς ζυγοστατῶν ἑκάστου τὸ δίκαιον.
Τί οὖν ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων τοῖς σοῖς θησαυρίζων, καὶ οὐκ οἶδας τίνι συνάγεις αὐτά;
τί τὰ τῶν ὀρφανῶν κατέχεις,
τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων;
Τὰ ἴδια ζητοῦσιν, οὐ τὰ σά·
τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς,
οὐ τὰ μετὰ σοῦ γεννηθέντα.
Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον,
ὅτι δοῦναι, οὐ λαβεῖν, προσετάχθης.
Ἀρκεῖ σοι, ὅτι διὰ τοῦ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει.
Ὁ βρέχων ἐξ οὐρανοῦ, τὴν χαλκοῦ ψεκάδα σε προσαιτεῖ·
ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει·
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ.
Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι.
∆ὸς, οἴκτειρον, ἐλέησον, ἵνα ἐλεηθῇς.
Άνθρωπος - Απάνθρωπος
Σὺ δὲ οὐδὲ τὰς ὀφρύας σου ἀνατεῖναι βούλῃ,
καὶ λιτανευόμενος οὐκ ἐπικάμπτῃ.
∆ὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇ τὸ λογοθέσιον·
δὸς αὐτοῖς τὰ αὐτῶν, ἃ μέλλεις μετ' οὐ πολὺ ἀπολαμβάνειν.
Πατέρα ἔχουσι βασιλέα·
δὸς αὐτοῖς τὰ αὐτῶν,
καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν τὴν ἀμεριμνίαν.
Ποίαν ταύτην;
Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Ὁ γὰρ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα,
οὐ μόνον τὸ χειρόγραφον τῆς ἁμαρτίας ἐξαλείφει,
ἀλλὰ καὶ ὁμολογίαν λαμβάνει,
τὴν λέγουσαν φωνὴν,

Ὁ διδοὺς πτωχῷ, Θεῷ δανείζει.
Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην,
ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν.
Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος!
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
∆ιὰ τί οὖν οὐκ εἶπεν,
Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει;
Άνθρωπος - Απάνθρωπος
Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν·
προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ,
καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς,
Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ,
ἵνα μὴ ἁπλῆν τὴν δόσιν καὶ τὴν ἀντιμισθίαν νομίσῃς·
ἀλλ', Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ,
ἵνα τὸ ὄνομα τοῦ δανείσματος ὁ φιλοκερδὴς ἀκούσας,
ἑαυτὸν ἐπιδῷ πρὸς ἔλεον.
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστιν.
Άνθρωπος - Απάνθρωπος
Τί οὖν θέλεις αὐτὸν κριτὴν ἔχειν, ἢ χρεώστην;
Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα·
ὁ κριτὴς δὲ οὐ δυσωπεῖται τὸν δικαζόμενον.
Άνθρωπος - Απάνθρωπος
Ἀναγκαῖον δὲ,
ἀδελφοὶ, καὶ καθ' ἕτερον τρόπον ἰδεῖν,
τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν,
ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ.
Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς τὸν πλεονασμὸν, ὡς ἔφθην εἰπὼν,
καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας (ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων)·
ἐπεὶ οὖν οἶδεν ὁ Θεὸς,
ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει,
οὐδὲ εἰς φιλανθρωπίαν βλέπει,
ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ·
πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς,
οὐχ ὑποθήκην ἔχων (οὐ κέκτηται γὰρ οὐδὲν),
οὐκ ἐνέχυρα φέρων (γεγύμνωται γὰρ),
οὐ τὸν ἀντιφωνοῦντα παρέχων (ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν),
ὡς εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ,
καὶ τὸν ἔχοντα χρήματα διὰ τὴν ἀπανθρωπίαν,
μέσον ἑαυτὸν παρέθηκεν,
ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι.
Άνθρωπος - Απάνθρωπος
Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν;
Ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν.
Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν·
εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν,
ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι,
καὶ τῷ ἀπόρῳ προέστη διὰ πολλὴν ἀγαθότητα.
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
Θάρσει, φησὶν, ἐμοὶ δανείζεις.
Καὶ τί τοσοῦτον κερδαίνω, σοὶ δανείζων;
Ἑκατονταπλασίονά σοι δίδωμι, καὶ ζωὴν αἰώνιον.
Ἵνα πότε μοι ταῦτα ἀποδῷς, ἀπαιτῶ τὰ σύμφωνα,
στηρίξαι βουλόμενος τὸ συνάλλαγμα.
∆ός μοι τῆς ἀνταποδόσεως τὸν καιρὸν,
ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν.
Ἄκουε συνετῶς, πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τῶν πτωχῶν δανεισάμενος.
Άνθρωπος - Απάνθρωπος
Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ,
στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ,
τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων·
καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν·
∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ὑπὲρ τίνων;
Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψησα, καὶ ἐποτίσατέ με·
γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με·
ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.
Άνθρωπος - Απάνθρωπος
Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι·
Κύριε,
πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν,
ἢ διψῶντα, καὶ ἐποτίσαμεν,
εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσιν;
ἢ πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ;
πότε δὲ ταῦτα πεποιήκαμεν;
Ἐφ' ὅσον, φησὶν,
ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε,
ἐμοὶ ἐποιήσατε.

Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει;
Ἀλλ' ὥσπερ τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν,
οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν·
Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
∆ιὰ τί; ὑπὲρ τίνος;
Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν.
Οὐκ εἶπεν,
Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε,
ὅτι ἐκλέψατε,
ὅτι ἐψευδομαρτυρήσατε,
ὅτι ἐπιωρκήσατε·
κἂν μὲν ὁμολογουμένως καὶ ταῦτα,
ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης.
Άνθρωπος - Απάνθρωπος
∆ιὰ τὶ δὲ, ὦ Κύριε,
οὐδὲν τῶν ἄλλων φέρεις εἰς μνήμην;
Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν·
οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας.

Ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω,
ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην,
παρήκατε τοσαύτην εὐεργεσίαν.
Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν,
ὡς ῥίζαν πάσης κακίας καὶ πάσης ἀσεβείας,
ἐπαινῶ δὲ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων ἀγαθῶν,
καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον,
τοῖς δὲ δίδωμι βασιλείαν οὐρανῶν,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοῦς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Άνθρωπος - Απάνθρωπος
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
ΠΗΓΗ: orthodoxfathers.com

Τετάρτη 29 Ιουνίου 2011

Γράμματα Σπουδάματα- Οι λάοι των Βαλκανίων- 4Ε TV

Ψαλμός 50ος

50

 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. 

 3 ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 

http://www.apostoliki-diakonia.gr/

Η μετάνοια του Δαυίδ



Δύο θανάσιμα αμαρτήματα διέπραξε ο Δαυίδ· μοιχεία και φόνο. Αρχή ήταν ένα αμαρτωλό βλέμμα... Μοιχός ο Δαυίδ, έγινε και φονιάς ενός αθώου ανθρώπου γεναίου αξιωματικού της στρατιάς του...
Αλλά να! Ο Δαυίδ ξυπνά από τον φοβερό ύπνο της αμαρτίας. Πως; Ξυπνά με ένα κήρυγμα...
Ένας άνθρωπος του Θεού, ο Προφήτης Νάθαν , πήγε στα ανάκτορα και έγινε δεκτός σε ακρόαση από τον πανίσχυρο βασιλιά που τον έτρεμαν όλοι. Αφοβος στάθηκε μπροστά του, και του είπε
-Βασιλιά , ήρθε να σου καταγγείλω ένα έγκλημα που έγινε στο βασίλειό σου. Δύο άνθρωποι ήταν γείτονες. Ο ένας ήταν πολύ πλούσιος. Είχε χιλιάδες πρόβατα και βόδια, ενώ ο άλλος είχε μια μικρή προβατίνα. Την αγαπούσε πολύ αυτός και τα παιδιά του, και τρώγανε μαζί. Αλλά κάποιος ξένος χτύπησε την πόρτα του πλούσιου. Ο πλούσιος έπρεπε να τον περιποιηθεί. Τι ήταν να πάρει ένα από τα πρόβατά του και να το παραθέσει ως γεύμα στον ξένο; Αλλά δυστυχώς δεν το έκανε. Πήγε και πήρε την προβατίνα του φτωχού και την παρέθεσε στο γεύμα.
Ο Δαυίδ, όταν άκουσε την καταγγελία αυτή, εξωργίσθηκε και είπε·
-Αυτός ο πλούσιος που έκανε αυτή την ατιμία πρέπει να καταδικασθεί σε θάνατο.
Τότε ο Νάθαν λέει..
-Βασιλιά , συ είσαι αυτός που έκανε το έγκλημα αυτό! Συ ο τόσο πλούσιος, που είχες στη διάθεσή σου τόσες γυναίκες , πήγες και πήρες τη μία γυναίκα του Ουρία.
Τότε ο Δαυίδ ήρθε σε βαθιά συναίσθηση και είπε στο Νάθαν·
-Αμάρτησα στο Θεό(Β΄Βασ . 12,13)
Και έδειξε πραγματική μετάνοια. Κάτω από τα άστρα της νύχτας σηκωνόταν και έκλαιγε και μούσκευε με τα δάκρυα του την κλίνη του. Εκδήλωση της μετανοίας του δάκρυα είναι οι Ψαλμοί του, και μάλιστα ο πεντηκοστός ψαλμός , ο λεγόμενος ψαλμός της μετανοίας, που τόσο συχνά ακούγεται στην Εκκλησία μας (επισκόπου Αυγουστίνου Ν.Καντιώτου, ΄Ενα βλέμμα στο πανόραμα της αγίας Γραφής τ.Α΄Αθήναι 1987, σελ 126-11)

Η μετάνοια του Δαυίδ έμεινε υποδειγματική και ενθαρρυντική για όλους μας. Γι΄αυτό η Εκκλησία , κάθε μέρα μυστικώς δια του στόματος του ιερέως , στην δεκάτη ευχή του όρθρου , την κατανυκτική ώρα του εξάψαλμου ,λέει·

Κύριε ο Θεός ημών , ο την δια μετανοίας άφεσιν τοις ανθρώποις δωρησάμενος, και τύπον ημίν επιγνώσεως αμαρτημάτων και εξομολογήσεως την του προφήτου Δαυΐδ μετάνοιαν προς συγχώρησιν υποδείξας· αυτός, Δέσποτα, πολλοίς ημάς και μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ελέησον κατά το μέγα σου έλεος, και κατά το πλήθος των οικτηρμών σου εξάλειψον τα ανομήματά ημών· ότι σοι ημάρτομεν , Κύριε, τω και τα άδηλα και κρύφια της καρδίας των ανθρώπων γινώσκοντι και μόνω έχοντι εξουσίαν αφιέναι αμαρτίας. Καρδίαν δε καθαράν κτίσας εν ημίν , και πνεύματι ηγεμονικώ στηρίξας ημάς και την αγαλίασιν του σωτηρίου σου γνωρίσας ημίν, μη απορίψης ημας απο του προσώπου σου...

αρχιμ. Λαυρέντιου Μ. Γράτσια


Σάββατο 18 Ιουνίου 2011

ΠΡΟΣΕΥΧΗ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ



Ω, Παναγιά μου Δέσποινα,Γλυκύτατη
Παρθένα
Εις τον αγώνα της ζωής βοήθαμε και εμένα.

Βοήθησέ με,Παναγιά,Γλυκιά μου Παναγία,
γιατί η ζωή είναι θάλασσα,μεγάλη τρικυμία.

Και ναυαγός ευρίσκομαι μέσα στη βιοπάλη
στη χάρη Σου στηρίζομαι,
Παρθένα τη μεγάλη.

Και σαν Μητέρα ευσπλαχνική
ελπίζω να μας σώσεις
κι από ορατούς κι άορατους εχθρούς να μας
γλιτώσεις.

Στη σκέπη των πτερύγων Σου σκέπασε,Παναγιά μου,
όλου του κόσμου τα παιδιά κι ύστερα τα δικά μου.

Και φώτισέ τα,Παναγιά,Χριστό ν’ακολουθήσουν
και στον αγώνα της ζωής με πίστη να βαδίσουν.

Την πίστη,την πραότητα να μην την αμελήσουν,καθώς και την εγκράτεια να μην την
καταπατήσουν.

Ναι,Παναγιά μου Δέσποινα,λυπήσου και ευσπλαχνίσου
και άφεση αμαρτιών ζήτησε απ’ το Παιδί Σου.

Να συγχωρέσει πταίσματα και τ’αμαρτήματά μας,
να οδηγήσει στο καλό κι εμάς και τα παιδιά μας.

ΑΜΗΝ

Τετάρτη 15 Ιουνίου 2011

Η εορτή του Μακαριωτάτου στο Αρχιεπισκοπικό Παρεκκλήσιο του Απ.Παύλου

Την Τετάρτη 15 Ιουνίου ε.ε., ημέρα μνήμης του Οσίου Ιερωνύμου του Πενταγλώσσου, κατά την οποία άγει τα ονομαστήριά του ο Μακαριώτατος, τελέστηκε Θ. Λειτουργία στο Αρχιεπισκοπικό Παρεκκλήσιο του Απ. Παύλου, παρουσία ιεραρχών και του προσωπικού της Ι. Αρχιεπισκοπής.
Λόγω της γενικότερης κοινωνικής κατάστασης ο Μακαριώτατος δεν εόρτασε επίσημα φέτος, ούτε δέχθηκε ευχές από τον κόσμο.

Επιστολή του Υπουργείου Εσωτερικών στην Ι.Σύνοδο για την "Κάρτα του Πολίτη"

Τη διαβεβαίωση ότι η Κάρτα του Πολίτη δεν θα περιλαμβάνει προσωπικά δεδομένα αλλά ούτε και τον αριθμό 666 δίνει, σύμφωνα με πληροφορίες, με έγγραφό της προς τα μέλη της  ειδικής επιτροπής που συνέστησε η Ιερά Σύνοδος και τη ΔΙΣ, η πολιτική ηγεσία του υπουργείου Εσωτερικών. Κατά τις ίδιες πηγές το έγγραφο διαβάστηκε κατά την χθεσινή συνεδρίαση της ΔΙΣ και οι σχετικές ανακοινώσεις θα γίνουν από την Ιερά Σύνοδο μετά την συνεδρίαση της Τετάρτης.

Αν επιβεβαιωθούν οι σχετικές πληροφορίες θα πρόκειται για μια σημαντική εξέλιξη αφού η έγγραφη τοποθέτηση των αρμοδίων  μπορεί να αποτελέσει αφορμή για περαιτέρω συζητήσεις και για να ζητηθούν επιπλέον διευκρινήσεις για την προωθούμενη ρύθμιση.

amen.gr

Ανακοινωθέν της Διαρκούς Ιεράς Συνόδου

http://www.ecclesia.gr/greeknews/default.asp
15/6/2011

Η Ιερά Σύνοδος παρακολουθεί με αγωνία τις εξελίξεις που συντελούνται στο εθνικό, κοινωνικό και οικονομικό γίγνεσθαι και οι οποίες καταπονούν τοaν Ελληνικό Λαό.

Αυτή την ώρα της ευθύνης, η Ιερά Σύνοδος αισθάνεται την υποχρέωση να απευθυνθεί με πατρική αγάπη προς τον Ελληνικό Λαό για να τονίσει και υπογραμμίσει ότι :

Α. Στην κλίμακα των αξιών της ζωής, δεσπόζουσα θέση έχει η αγάπη προς την Πατρίδα. Γι’ αυτό η Ιερά Σύνοδος, εκφράζει την αποδοκιμασία της προς όσους έδρασαν εναντίον των συμφερόντων της Πατρίδος και της ευημερίας του Λαού της, της εθνικής αξιοπρέπειας και του φιλοτίμου των πολιτών.

H Εκκλησία δεν υπηρετεί κόμματα και παρατάξεις. Υπηρετεί με το πνευματικό, κοινωνικό και φιλανθρωπικό έργο της τον Λαό, για τις ανάγκες του οποίου πάντοτε νοιαζόταν και τις οποίες και σήμερα, καθημερινά αγωνίζεται να ικανοποιήσει, στο μέτρο του δυνατού, κάτω από δύσκολες συνθήκες.

Αυτή την αξία της αγάπης προς την Πατρίδα πρέπει να υπηρετήσουμε όλοι, για να αντιμετωπισθούν τα προβλήματα που προέκυψαν.

Β. Ο Λαός μας στο παρελθόν συμπεριφέρθηκε με θαυμαστή ωριμότητα, επιδεικνύοντας κοινωνική αλληλεγγύη, σε δύσκολες φάσεις της ιστορίας του. Σήμερα, περισσότερο από κάθε άλλη φορά, έχουμε ανάγκη από αυτή την αλληλεγγύη για να στηριχθούν οι αδύναμοι, να ανακουφισθούν οι άνεργοι και να μην ολιγοψυχίσουν οι εμπερίστατοι και οι παντοειδώς πληττόμενοι από αυτή την πρωτοφανή κρίση, και ιδίως οι νέοι.

Γ. Οφείλουμε να ατενίζουμε προς το μέλλον με ελπίδα και αισιοδοξία. Όλοι, όσοι έχουν ευθύνη και αρμοδιότητα, επιβάλλεται να διαμορφώσουν τις συνθήκες εκείνες, που θα δώσουν όραμα και ελπίδα για το μέλλον, με τις αρχές της δικαιοσύνης, της αξιοκρατίας και αξιοποιήσεως όλου του υλικού και πνευματικού πλούτου του τόπου.

Δ. Ας μην λησμονούμε ότι Κύριος της ζωής και της ιστορίας είναι και παραμένει ο Ζων και Αληθινός Θεός. Αυτός δεν εγ­κα­τα­λεί­πει τον κό­σμο και κυ­ρίως αυτούς που ελ­πί­ζουν σε Αυ­τόν και του εμ­πι­στεύ­ον­ται τη ζωή τους.
Προς Αυ­τόν στρε­φό­μα­στε, ζη­τών­τας προ­στα­σία και βο­ή­θεια.



Εκ της Δι­αρ­κούς Ιε­ράς Συ­νό­δου
Related Posts Plugin for WordPress, Blogger...