Παρασκευή, 23 Αυγούστου 2013

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΘΕΟΔΩΡΑΝ ΤΗΝ ΒΑΣΙΛΙΣΣΑΝ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ ΗΜΩΝ

ΘΕΟΔΩΡΑΝ

ΒΑΣΙΛΙΣΣΑΝ ΑΡΤΗΣ ΤΗΝ ΕΚ ΣΕΡΒΙΩΝ

ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ

Συνταχθείς μέν χάριν ευλαβείας
υπό του Άρτης και Πρεβέζης Μητροπολίτου 

ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΒΥΖΑΝΤΙΟΥ

Αφιερωθείς δε παρ' αυτού διά ψυχικήν σωτηρίαν 

εις τον εν Άρτη ιερόν ναόν της Αγίας Θεοδώρας

Εκδίδοται νύν

στιχηδόν διατεταγμένος και διορθωμένος

υπό του Επισκόπου της Ιεράς Μητροπόλεως

ΣΕΡΒΙΩΝ ΚΑΙ ΚΟΖΑΝΗΣ

ΔΙΟΝΥΣΙΟΥ


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ ΗΜΩΝ
ΘΕΟΔΩΡΑΝ ΤΗΝ ΒΑΣΙΛΙΣΣΑΝ

Μετά το Ευλογητός, το Κύριε, εισάκουσον . Είτα το Θεός Κύριος και τα παρόντα τροπάρια. Ήχος δ΄

Ο υψωθείς εν τω Σταυρώ

Της Βασιλίδος τοις λειψάνοις προσδράμωμεν,
οι εν κινδύνοις και εν δέει προσπέσωμεν
πόθω ψυχής  κραυγάζοντες και λέγοντες αυτή∙
Άνασσα, βοήθησον σοίς προσπίτουσι τέκνοις,
ρύσαι απάλλαξον νόσων τε και κινδύνων
τους σους ικέτας θείαις σου ευχαίς,
κλέος της Άρτης, Θεοδώρα πάνσεμνε.

Δόξα. Και νυν. Θεοτόκιον.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν,
αμαρτωλοί και ταπεινοί, και προσπέσωμεν
εν μετανοία κράζοντες εκ βάθους ψυχής∙
Δέσποινα, βοήθησον, εφ' ημίν σπλαχνισθήσα,
σπεύσον, απολλύμεθα υπό πλήθος πταισμάτων.
Μη αποστρέψεις σους δούλους κενούς∙
σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Ο Ν΄και είτα ο Κανών, έχουν εκροστοιχίδα εν τοις Θεοτοκιοις Σεραφείμ.

Ήχος πλ. δ΄

Ωδή Α΄. Υγράν διοδεύσας. 

Στέφει κοσμηθείσα ασκητικών
και ενηδομένη, Θεοδώρα εν ουρανοίς,
δώρησαι υγείαν σαις πρεσβείαις
τοίς σε τιμώσι και πόθω γεραίρουσι.

Εκλαμπρον εδέξω παρά Θεού
στέφος, Θεοδώρα, και τω θρόνω αεί αυτού
παρίστασαι, υγείαν δυσωπούσα
και σωτηρίαν σοίς τέκνοις δωρήσασθαι.

Ιλάσθητι , Οσία, τοις ταπεινοίς
και Θεόν των όλων καθικέτευσον εκτενώς,
κινδύνους και νόσους, Θεοδώρα,
αποσοβήσαι από των τέκνων σου.

Θεοτόκιον.

Συνέχομαι κινδύνοις και πειρασμοίς
και προς σε, Παρθένε, καταφεύγων επιζητώ
την λύσιν αυτών και σωτηρίαν∙
διό λιταίς σου τον δούλον σου οίκτιρον. 

Ωδή Γ΄.Συ ει το στερέωμα.

Ημάς τους γεραίροντας
τους εν ασκήσει αγώνάς σου
ταίς σαίς ευχαίς εκ νόσων παντοίων,
Θεοδώρα, απάλλαξον.

Τα αθλά σου μέγιστα,
ω Θεοδώρα πανεύφημε.
ρύσαι διό ευχαίς σου κινδύων 
και εκ νόσων την ποίμνην σου.

Ανδρείας πανθαύμαστον 
και της αγνείας ώφθης υπόδειγμα.
διό καμέ αγνεύειν ευχαίς σου,
Θεδώρα, αξίωσον.

Θεοτόκιον.

Έχων την ελπίδα μου
εις σε, πανάσπιλε Δέσποινα,
όλην παθών και κινδύνων ρύσαι 
την ψυχήν μου, πρεσβείαις σου.

Διάσωσον από κινδύνων και θλίψεων, Θεοδώρα,
Βασιλισσών το κλέος και καύχημα,
τους προσιόντας και τιμώντας σε πόθω.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε,
επί την εμήν χαλεπήν του σώματος κάκωσιν 
και ίασαι της ψυχής μου το άλγος.

Ο ιερεύς μνημονεύει. Είτα το παρόν Τροπάριον

Ήχος β΄

Πρεσβείαν την σήν, Οσία, εξαιτούμεθα
ελέους τυχείν παρά του πανοικτίρμονος
Χριστού του Σωτήρος και μόνου Θεού ημών∙
και γαρ ισχύει δέησις πολύ
δικαίων Δεσπότου προς ευμένειαν.

Ωδή Δ΄. Είσάκήκοα, Κύριε.


Αυγασθείσα εκλάμψεσι
Πνεύματος Αγίου, θεοδωρώνυμε,
την ψυχήν μου καταλάμπρυνον
ουρανία δόξη ταίς πρεσβείαις σου.

Φωτοφόρων εκλάμψεων,
άσπερ, Θεοδώρα, απολαμβάνεις νυν,
απολαύσαι ικεσίαις σου
πάντας τους υμνούντας σε αξίωσον.

Σαίς ευχαίς με ενίσχυσον 
κατ΄ασθενειών τε αεί και θλίψεων,
Θεοδώρα αξιάγαστε,
ταίς προς τον Σωτήρα μεσιτείαις σου.

Θεοτόκιον.

Ρώσιν άνοσον δίδου μοι
και πάθη ανίατα καταπράυνον
τη πρεσβεία του ελέους σου,
ως Θεόν τεκούσα, Απειρόγαμε.

Ωδή Ε΄. Φώτισον ημάς.

Σθένει του Θεού τον εχθρόν κατεπολέμησας∙
διό και ημάς ευχαίς σου άπαντας,
Θεοδώρα, κατ' εχθρών δεινών ενδυνάμωσον.

Σώσον τους εις σε, Θεοδώρα, προσπελάζοντας 
και από νόσων και περιστάσεων 
ταίς σαίς πρεσβείαις, φιλαδέλφους, ελευθερωσον.

Δώρον του Θεού συ υπάρχουσα επώνυμος, 
πάσι δοθήναι το θείον έλεος,
ω Θεοδώρα, ικεσίαις σου αξίωσον.

Θεοτόκιον

Άχραντε σεμνή, θείω ύδατι με ράντισον
και ταίς λιβάσι της ευσπλαγχνίας σου
σταγόνας δίδου των δακρύων υετίζειν με.

Ωδή ΣΤ΄. Ιλάσθητι μοι, Σωτήρ.

Ισχύ του Παντουργού, ω Θεοδώρα πανέντιμε,
πλεκτάνας του πονηρού σοφώς κατεφρόνησας.
καμέ ούν αξίωσον
καταλύσαι σθένει του Θεού Σατάν τον δόλιον.


Ηράσθης φωτός Θεού, ω Θεοδώρα
και πάντα τα αγαθά της γής κατεφρόνησας
καμέ ουν αξίωσον
φωτισθήναι σαις ευχαίς ουρανίαις ελλάμψεσι.

Σύν τοις Αγγέλοις νυνί, ω Θεοδώρα, χορεύουσα,
ενώπιον του Θεού πρεσβείας προσάγαγε
υπέρ των τιμώντων σε και των ασπαζομένων τα ιερά σου λείψανα.

Θεοτόκιον.

Φωτός νεφέλη συ ει και του Θεού θρόνος ένδοξος
Παρθενομήτορ αγνή∙ ψυχής ουν τα όμματα 
της εμής νυν φώτισον 
και παθών αχλύος της καρδίαν μου καθάρισον.

Διάσωσον από κινδύνων και θλίψεων, Θεοδώρα,
Βασιλισσών το κλεός και καύχημα,
τους προσιόντας και τιμώντας σε πόθω.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως
επ' εσχάτων των ημερών τεκούσα δυσώπησον,
ως έχουσα μητρικήν παρρησίαν.

Ο ιερεύς μνημονεύει. Είτα το Κοντάκιον.

Ήχος β'

Θείων δωρημάτων, Θεοδώρα, επώνυμε,
Οσίων σύσκηνε και Βασιλίδων αγλάισμα,
εγκαρδίως βοώμεν σοι∙ πρόφθασον
και εκ παντοίας βλάβης λύτρωσαι ημάς
ταίς προς τον Σωτήρα θερμαίς ικεσίαις σου.

Προκείμενον, ήχος δ΄.

Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι.

Στιχ. Και ανήγαγέ με εκ λάκκου ταλαιπωρίας και πηλού ιλύος.

ΕΥΑΓΓΕΛΙΟΝ

Εκ του κατά Ματθαίον. Ζήτει τω Σαββάτων της ΙΖ΄.

Δόξα .Ταίς της σής Οσίας. Και νύν .Ταίς της Θεοτόκου.
Ελεήμον, ελέησόν με, ο Θεός. Και το παρόν Προσόμοιον

Ήχος πλ.β΄ Όλην αποθέμενοι.

Χαίροις, αύχος ένδοξον 
Ακαρνανίας και Άρτης
κλέος τε και σέμνωμα
και πηγή κένωτος των ιάσεων∙
χαίροις, αείφωτος
λαμπάς, η φωτίζουσα
Αιτωλίαν τοις σοίς θαύμασι∙
χαίροις, επίσκεψις
και ρώσις εν νόσιος των τέκνων σου.
Σε ουν καθικετεύομεν 
πρέσβευε Χριστώ τω παντάνακτι
υπέρ σωτηρίας
ειρήνης τε ημών διηνεκούς 
μετά υγείας και ρώσεως
Θεοδώρα πάνσεμνε.

Ο ιερεύς. Σώσον, ο Θεός, τον λαόν σου.

Ωδή Ζ΄. Παίδες Εβραίων.

Νύν καθορώσα, Θεοδώρα
την πανέκλαμπρον του Πλάστου θείαν θέαν,
ιεραίς σου ευχαίς δώρησαι την κατ' άμφω
υγείαν τοίς υμνούσί σε και τιμώσι την σην μνήμην.

Πίστει τιμώντας σου την μνήμην
Θεοδώρα, νυν τους ταπεινούς σου δούλους
ευλαβώς και πίστεως ημάς δεόμεθα σου
ταίς θείαις ικεσίαις σου του ρυσθήναι εκ κινδύνων.

Ω Θεού δώρον, Θεοδώρα,
σου δεόμεθα οι ταπεινοί σου δούλοι, 
τον δοτήρα Θεόν των αγαθών δυσώπει
δούναι ημίν την άφεσιν των πολλών αμαρτημάτων.

Θεοτόκιον

Εμμονον έχων την κακίαν
και δουλούμενος ατόποις συνηθείας,
ευσπλαγχνία τη ση προστρέχω ανακράζων∙
σώσον με, σώσον, Πάναγνε, μητρικαίς σου ικεσίαις.

Ωδή Η΄. Τον Βασιλέα.

Ρώσιν κατ' άμφω, ω Θεοδώρα, δυσώπει
τοις σοίς δούλοις ευχαίς σου δωρηθήναι
και δεινών παντοίων απαλλαγήν, Οσία.

Ω Θεοδώρα, ταίς ικεσίαις σου σώζε
από νόσων παντοίων και κινδύνων
τους προσπεφευγότας τω θείω σου τεμένει.

Ινά υμνώ σε, ω Θεοδώρα, οσία,
χαράν και υγείαν μοι παράσχου
ταίς προς τον Σωτήρα ενθέρμοις σου πρεσβείαις.

Θεοτόκιον

Ικεσίαις ταις προς τον Θεόν σου, Παρθένε,
δυσχερών των του βίου με σώσον
και τον σάλον παύσον ασθενειών παντοίων.

Ωδή Θ΄. Κυρίως Θεοτόκον

Πλουτούντες, Θεοδώρα, τα σεπτά οστά σου
κατασπαζόμεθα ταύτα δεόμενοι
ρύσαι ημάς ταίς ευχαίς σου, Μήτερ, των θλίψεων.

Κινδύνων των του βίου λύτρωσαι, Οσία,
τον σον οικετην ενθέοις πρεσβείαις σου
και πάσης νόσου και βλάβης με νύν απάλλαξον.

Εν θαύμασι απείροις, Βασιλίς θεόφρων,
ο Παντοκράτωρ Θεός σε εδόξασε∙
τούτον θερμώς εκδυσώπει υπέρ της ποίμνης σου.

Θεοτόκιον

Μαρία, ομβρισόν μοι άφεσιν πταισμάτων
και ασθενούντά με επίσκεψαι δέομαι
και συμφοραίς νυν ποντούμενον ελευθέρωσον.

Άξιον εστίν. Και τα παρόντα Μεγαλυνάρια.

Έχοντες Αρταίοι σα ιερά
λείψανα, θεόφρων Θεοδώρα, ως οχυρόν
προπύργιον, τούτοις προσφεύγουσιν εν νόσοις
και την υγείαν πάντες απολαμβάνουσι.

Φύλαττε στην ποίμνην, δώρο Θεού,
κακών εκ παντοίων και εκ νόσων φθοροποιών,
πίστει την τιμώσαν  σήν μνήμη, Θεοδώρα,
και εκ παντοίας βλάβης ταίς ικεσίαις σου.

Έτερα, παρ' ανωνύμου κεχριαίου

Χαίροις άνθος πάντερπνον της Εδέμ
εν γη εξανθήσαν, ώσπερ ήλιος νοητός,
και την των Σερβίων αεί φωτίζον χώραν
ψυχάς δ' ευωδιάζον θερμώς τιμώντων σε.

Χαίροις των Σερβίων κόρη σεμνή
αρετών δοχείον ευωδίαν χριστιανοίς∙
ζάλης εν τω βίω δεινώς ημάς νεκρούσης
λύτρωσαι, Θεοδώρα, Χριστώ πρεσβεύουσα.

Θεοτόκιον

Πάσαι των Αγγέλων αι στρατιαί,
Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς,
οι Άγιοι πάντες μετά της Θεοτόκου,
ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.
  
  Τρισάγιον. Είτα το παρόν Τροπάριον.

Ήχος γ΄.

Χαίρει έχουσα η πόλις Άρτα
τον σον πάνσεπτον ναόν, Οσία,
ιαμάτων ιατρείον υπάρχοντα
τοις προσιούσιν αυτώ μετά πίστεως
και αιτουμένοις την θερμήν σου αντίληψιν∙
ω Βασίλισσα Θεοδώρα αξιάγαστε,
Χριστόν τον Θεόν ικέτευε
δωρήσασθαι ημόν το μέγα έλεος.

Ο ιερεύς, ως έθος, μνημονεύει, εις δε την Απόλυσιν ψάλλεται το παρόν. Ήχος β΄. Ότε εκ του ξύλου σε.

Δεύτε οι εν Άρτη ευσεβείς,
δεύτε εν ωδαίς Θεοδώραν ανευφημήσωμεν,
Βασιλίδων σέμνωμα, μοναστριών καλλονήν,
προς αυτήν ανακράζοντες∙ λύτρωσαι ευχαίς σου,
πάσης προσβολής τε και νόσου
τους τα λείψανά σου τιμώντες
και τη αντιλήψει σου προστρέχοντας.

Τέλος και τω Θεώ δόξα



0 σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...