Δευτέρα 17 Ιανουαρίου 2011

Ο Θεάνθρωπος - Κύριος ημών Ιησούς Χριστός


Μικρά αποσπάσματα από 1ο λόγο του Αγίου Αθανασίου
κατά Αρειανών

Μεταμόρφωσις

Καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς,
καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν,
καὶ ἐξ οὐρανοῦ κατέβη,
καὶ ἀεὶ προσκυνητός ἐστιν,
οὐκ ἄρα καταβὰς ἐβελτιώθη,
ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως.
καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν,
οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς,
ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ,
καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.
Οὐκ ἄρα ἄνθρωπος ὢν,
ὕστερον γέγονε Θεός.
ἀλλὰ Θεὸς ὢν,
ὕστερον γέγονεν ἄνθρωπος,
ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ.

[...]

Θέωση, Θεοποίηση, Σωτηρία

Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει,
ὥστε μηδένα ἀμφιβάλλειν,
ὅτι καθ' ὁμοιότητα τοῦ ἀτρέπτου Πατρὸς ἄτρεπτός ἐστι καὶ ὁ Λόγος.
[...]

Θέωση, Θεοποίηση, Σωτηρία

Γράφων τοίνυν Φιλιππησίοις ὁ Ἀπόστολός φησι·
Τοῦτο φρονείσθω ἐν ὑμῖν,
ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,
οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,
ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.

Ἐταπείνωσεν ἑαυτὸν,
γενόμενος ὑπήκοος μέχρι θανάτου,
θανάτου δὲ σταυροῦ.

∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,
καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων,
καὶ ἐπιγείων, καὶ καταχθονίων,
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται,
ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
[...]

Θέωση, Θεοποίηση, Σωτηρία

Οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν.
ἀλλὰ μᾶλλον Θεὸς ὑπάρχων τὴν δούλου μορφὴν ἔλαβε,
καὶ ἐν τῷ λαβεῖν,
οὐκ ἐβελτιώθη,
ἀλλ' ἐταπείνωσεν ἑαυτόν.
[...]

Θέωση, Θεοποίηση, Σωτηρία

Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος,
καὶ ταῦτα γέγραπται.
τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτὸν,
ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε;
Ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτήρ;
Ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι,
ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος;

Καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι.
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με.
Καὶ πάλιν.
Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο.
περὶ δὲ τῶν ἀγγέλων γέγραπται.
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

Εἰ δὲ καὶ ὡς ψάλλει ∆αυῒδ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ.
Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ,
καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν.
πῶς ἐλάμβανεν ὃ εἶχεν ἀεὶ,
καὶ πρὶν λαβεῖν νῦν αὐτό;
Ἢ πῶς ὑψοῦται, ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὤν;
Ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι,
ὁ καὶ, πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος;

Οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ μυστήριον θεῖον.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος,
καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,
καὶ Θεὸς ἦν ὁ Λόγος.
δι' ἡμᾶς δὲ ὕστερον οὗτος ὁ Λόγος σὰρξ ἐγένετο.
καὶ τὸ λεγόμενον νῦν,
ὑπερύψωσεν,
οὐ τὴν οὐσίαν τοῦ Λόγου ὑψουμένην σημαίνει.
ἦν γὰρ ἀεὶ καὶ ἔστιν ἴσα Θεῷ.
ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις.

Οὐ πρὶν γοῦν εἴρηται ταῦτα,
εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ Λόγος,
ἵνα γένητα φανερὸν,
ὅτι τὸ, ἐταπείνωσε,
καὶ τὸ, ὑπερύψωσεν ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται.

Οὗ γάρ ἐστι τὸ ταπεινὸν,
τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη.
καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ, ἐταπείνωσε, γέγραπται,
δῆλόν ἐστιν, ὅτι καὶ τὸ, ὑπερύψωσε, δι' αὐτήν ἐστι.
Τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου.
Ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ Πατρὸς,
καὶ ἀθάνατος ὢν ὁ Λόγος,
ἔλαβε τὴν τοῦ δούλου μορφὴν,
καὶ ὑπέμεινε δι' ἡμᾶς ὡς ἄνθρωπος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον,
ἵν' οὕτως ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ Πατρί.

Διὰ τοῦτο καὶ ὡς ἄνθρωπος δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι,
ἵν' ὥσπερ τῷ θανάτῳ αὐτοῦ πάντες ἡμεῖς ἀπεθάνομεν ἐν Χριστῷ, οὕτως,
ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυγωθῶμεν,
ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι, καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς,
οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν,
ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.

Εἰ δὲ νῦν ὑπὲρ ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσῆλθεν ὁ Χριστὸς, καί τοι καὶ πρὸ τούτου καὶ ἀεὶ Κύριος ὢν καὶ δημιουργὸς τῶν οὐρανῶν.

Ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑψωθῆναι νῦν γέγραπται.

Καὶ ὥσπερ αὐτὸς πάντας ἁγιάζων,
λέγει πάλιν τῷ Πατρὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιάζειν,
οὐχ ἵνα ἅγιος ὁ Λόγος γένηται,
ἀλλ' ἵνα αὐτὸς ἐν ἑαυτῷ ἁγιάσῃ πάντας ἡμᾶς.
οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον,
ὑπερύψωσεν αὐτὸν, οὐχ ἵνα αὐτὸς ὑψωθῇ. ὕψιστος γάρ ἐστιν.
ἀλλ' ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν δικαιοσύνη γένηται,
ἡμεῖς δὲ ὑψωθῶμεν ἐν αὐτῷ,
καὶ εἰς τὰς πύλας εἰσέλθωμεν τῶν οὐρανῶν,
ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε,
λεγόντων τῶν προτρεχόντων.
Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν,
καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

Καὶ ὧδε γὰρ οὐκ αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι Κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι,
ἀλλὰ δι' ἡμᾶς καὶ τοῦτο γέγραπται,
οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου.

∆ιὸ καὶ ἀνθρωπίνως μὲν, δι' ἣν ἐφόρει σάρκα,
λέγεται περὶ αὐτοῦ τὸ,
Ἄρατε πύλας. καὶ τὸ, Εἰσελεύσεται,
ὡς ἀνθρώπου εἰσερχομένου.

Θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται,
ἐπειδὴ καὶ Θεός ἐστιν ὁ Λόγος,
ὅτι οὗτός ἐστιν ὁ Κύριος καὶ ὁ βασιλεὺς τῆς δόξης.

Τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομένην ὕψωσιν προανεφώνει τὸ Πνεῦμα ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ λέγον.
Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται,
ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ.

Εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ Υἱὸς,
οὐκ ἄρα αὐτός ἐστιν ὡς ἐνδεὴς ὑψούμενος,
ἀλλ' ἡμεῖς ἐσμεν οἱ ἐν τῇ δικαιοσύνῃ ὑψούμενοι,
ἥτις ἐστὶν αὐτός.
Καὶ γὰρ καὶ τὸ, ἐχαρίσατο αὐτῷ,
οὐ δι' αὐτὸν τὸν Λόγον γέγραπται.
ἦν γὰρ πάλιν, καὶ πρὶν ἄνθρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπό τε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως,
κατὰ τὴν πατρικὴν ἰδιότητα.
ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. [...]

Θέωση, Θεοποίηση, Σωτηρία

∆ιὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν ναὸς Θεοῦ γεγόναμεν καὶ ἡμεῖς,
καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα,
ὥστε καὶ ἐν ἡμῖν ἤδη προσκυνεῖσθαι τὸν Κύριον,
καὶ τοὺς ὁρῶντας ἀπαγγέλλειν,
ὡς ὁ Ἀπόστολος εἴρηκεν,
ὅτι ὄντως ὁ Θεὸς ἐν τούτοις ἐστί.
καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ Εὐαγγελίῳ φησίν.
Ὅσοι δὲ ἔλαβον αὐτὸν,
ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.
ἐν δὲ τῇ Ἐπιστολῇ γράφει.
Ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ὑμῖν, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.

Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ' αὐτοῦ γενομένης ἀγαθότητος,
ὅτι ἡμεῖς μὲν ὑψώθημεν,
διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψι στον Κύριον,
καὶ δι' ἡμᾶς ἡ χάρις δίδοται,
διὰ τὸ γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον.
αὐτὸς δὲ ὁ Σωτὴρ ἐταπείνωσεν ἑαυτὸν ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα. δούλου τε μορφὴν ἔλαβεν,
ἐνδυσάμενος τὴν δουλωθεῖσαν σάρκα τῇ ἁμαρτίᾳ.

Καὶ αὐτὸς μὲν οὐδὲν παρ' ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν.
ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος.
ἡμεῖς δὲ παρ' αὐτοῦ μᾶλλον ἐβελτιώθημεν.

Αὐτὸς γάρ ἐστι τὸ φῶς,
ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
[...]

Θέωση, Θεοποίηση, Σωτηρία

0 σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...