Εμφάνιση αναρτήσεων με ετικέτα Ψαλμοί- Ύμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ψαλμοί- Ύμνοι. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 2 Μαρτίου 2011

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας


Τῷ Δαυΐδ. -

Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. 2 ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 3 ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. 4 ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· 5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. 6 τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· 7 συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. 8 φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· 9 ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. 10 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· 11 ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. 12 μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. 13 ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· 14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, 15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. 16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. 17 ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. 18 ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, 19 ρύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 20 ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν· 21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. 22 γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


http://www.orthodoxfathers.com

Κυριακή 13 Φεβρουαρίου 2011

ΜΗ ΠΡΟΣΕΥΞΩΜΕΘΑ



«Μη προσευξόμεθα φαρισαϊκώς, αδελφοί΄ ο γαρ υψών εαυτόν ταπεινωθήσεται΄ ταπεινωθώμεν εναντίον του Θεού τελωνικώς δια νηστείας κράζοντες΄ Ιλάσθητι ημίν, ο Θεός τοις αμαρτωλοίς».

Τετάρτη 26 Μαΐου 2010

Ο Ψαλμός ΠΖ’ (87) σε απόδοση από τον Φώτη Κόντογλου.

http://periodikoendon.blogspot.com

ΚΥΡΙΕ  ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 3 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. 4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· 5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, 6 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 8 ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα). 9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. 10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· 11 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; 12 μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. 15 ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 17 ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, 18 ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 19 ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. 

Αποδοση.

Κύριε, Θεέ της σωτηρίας μου , σε κράζω μέρα και νύχτα.
Ας έρθει ως εσένα η προσευχή μου, γύρε το αυτί σου στο παράπονό μου.
Γιατί γιόμισε πόνο η ψυχή μου, και η ζωή μου άγγιξε τον Άδη.
Λογαριάστηκα με εκείνους που κατεβαίνουν στο λάκκο, απόμεινα σαν άνθρωπος απροστάτευτος, ξεχασμένος μέσα στους νεκρούς.
Σαν τους πληγιασμένους που κοιμούνται μέσα στους τάφους και δεν τους θυμάσαι πια, που τους ξέγραψες απ’ την έννοιά σου.
Με βάλανε μέσα σε βαθύτατο λάκκο, μέσα στο σκοτάδι και τη σκιά του θανάτου.
Απάνω μου ξεθύμανε ο θυμός σου, και όλη την οργή σου απάνω μου την άδειασες.
Ξεμάκρυνες από κοντά μου τους δικούς μου, κατάντησα γι’ αυτουνούς σίχαμα.
Παραδόθηκα και δεν έφυγα, τα μάτια μου θολώσανε απ’ τη φτώχεια.
Φώναξα προς εσένα, Κύριε όλη μέρα, άπλωσα προς εσένα τα χέρια μου.
Μήπως θα κάνεις θάματα στους πεθαμένους; ή οι νεκροί θα αναστηθούνε και θα σε δοξολογήσουν;
Μην τάχα θα διαλαλήσει κανένας μέσα στον τάφο τη σπλαχνιά σου, και την αλήθεια σου μέσα στο χαμό;
Μήπως θα μαθευτούνε τα θάματά σου μέσα στο σκοτάδι; Και η δικαιοσύνη σου σε γη ξεχασμένη;
Κ’ εγώ, Κύριε, φώναξα εσένα να με συντρέξεις, και το πρωί θα σε προφτάξει η προσευχή μου.
Γιατί, Κύριε, αμπώχνεις την ψυχή μου, γιατί γυρίζεις το πρόσωπό σου από μένα;
Εγώ είμαι φτωχός και μέσα στα βάσανα απ’ τα νιάτα μου, κι αφού αναδείχτηκα, πάλι ταπεινώθηκα κ’ έγινα ένα τίποτα.
Από πάνω μου περάσανε οι θυμοί σου, οι φοβέρες σου με ταράξανε, με τριγυρίσανε σα να ‘τανε νερό όλη τη μέρα, και πήγανε να με πνίξουν.
Ξεμάκρυνες από κοντά μου κάθε φίλο και κάθε δικό μου.

Σάββατο 3 Απριλίου 2010

Πέμπτη 1 Απριλίου 2010

Σήμερον κρεμάται...

Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.

Αντίφωνον ιε΄. Ηχος πλ. Β

Σήμερον κρεμάται επι ξύλου ο εν ύδασι την γήν κρεμάσας(εκ γ΄). Στέφανον εξ ακανθών περιτίθεται ο των αγγέλων βασιλεύς. Ψευδή πορφύραν περιβάλλεται ο περιβάλλων τον ουρανόν εν νεφέλαις.Ράπισμα κατεδέξατο ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ. Ήλοις προσηλώθη ο νυμφίος της Εκκλησίας. Λόγχη εκεντήθη ο Υιός της Παρθένου. Προσκυνούμεν σου τα πάθη Χριστέ(εκ γ΄). Δείξον ημίν και την ένδοξόν σου ανάστασιν.



Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΑ', 10-13)

Τάδε λέγει Κύριος· Λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς, καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστί. Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε, καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, καθὰ συνέταξέ μοι Κύριος.

Τετάρτη 31 Μαρτίου 2010

Ότε οι Ένδοξοι Μαθηταί



Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι

Τετάρτη 24 Μαρτίου 2010

Related Posts Plugin for WordPress, Blogger...