Δευτέρα 21 Απριλίου 2014

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΕΠΙ ΤΗ ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΚΥΡΙΟΥ


Κοντάκιον  Ήχος πλ’δ’
-Τῇ Ὑπερμάχῳ-

Ὡς  Ζωηφόρος  Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τῶν   οὐρανῶν ὑψηλοτέρα  ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀνάστησον,
Ἵνα κράζωμεν ,
Χαῖρε ἡ  Μήτηρ τῆς Ζωῆς ἡμῶν.





ΣΤΑΣΙΣ  ΠΡΩΤΗ
Ἄγγελος  ἑξαστράπτων τῷ μνημείῳ επέμφθη
κηρύξαι τὴν Ἀνάστασιν πάντων
(Χαῖρε  Μήτηρ τῆς Ζωῆς ημών  -ἐκ΄γ΄-)
Καὶ  σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴ , Ἀναστάντα  θεωρῶν Σὲ Κύριε ,ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ  ταῦτα.

Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χαῖρε δι’ἧς γαλαξίαι καινούνται.
Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον  ῥόδον.
Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Βλέποντες οἱ ἐν Ἄδῃ, τοῦ Κυρίου τὴν ἀνείκαστον δόξαν, ἔκραξαν Αὐτῷ θαρσαλέως.Ὁ Θεὸς καὶ   Ζωῆς  χορηγός ,  πως κατεδέχθεις ενθάδε  ἐλθεῖν ὡς κραταιὸς καὶ τὰ δεσμὰ τοῦ διαβόλου συνθλᾶσαι;  Κράζοντες το

Ἀλληλούϊα

Γνῶσιν ἄγνωστον γνῶναι ,Ἰωάννης σὺν Πέτρῳ ζητοῦντες , ἔδραμον, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον.Καὶ θεωροῦντες κείμενα τὰ ὀθόνια μόνα, ἐβόων μετὰ δέους πρὸς τὴν Θεοτόκον


Χαῖρε τοῦ Παρακλήτου λαμπρὸν οἰκητήριον
Χαῖρε τῶν Ἀποστόλων τὸ μέγα ἐφύμνιον
Χαῖρε πύλη ἀδιόδευτος ὡς ὑπάρχεις ἀληθῶς
Χαῖρε ὄρος καὶ παλάτιον τοῦ Δεσπότου τοῦ παντὸς
Χαῖρε ὅτι βλυστάνεις τῆς ἁγνείας τὰ ἄνθη
Χαῖρε ὅτι  καὶ Μήτηρ καὶ Παρθένος ὑπάρχεις
Χαῖρε ἡ πικραίνουσα τοῦ θανάτου τὴν γεῦσιν
Χαῖρε ἡ γλυκαίνουσα τῶν πιστῶν τάς αἰσθήσεις
Χαῖρε ὅτι ὤλεσας τοῦ θανάτου τὸν θρόνον
Χαῖρε ὅτι ἤνοιξας Παραδείσου τάς θύρας
Χαῖρε δι’ἧς Ἀγγέλων τάξεις εὐφραίνονται
Χαῖρε δι’ἧς δαιμόνων θράση κατήργηνται



Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.


Δύναμις Τοῦ Ὑψίστου ἐπεσκίασε τότε εἰς τοῦ Ἅδου τῶν χασμάτων τὰ ταμεῖα καὶ ἡ ἀφεγγὴς   αὐτοῦ τυραννὶς ἐσκυλεύθη τῷ Του Λόγου ἁγίῳ Φωτί, ἐν τῷ ψάλειν ἡμᾶς οὕτως


Ἀλληλούϊα




Ἔχουσα Θεανθρώπου τὴν ψυχὴν εἰς τὰ σπλάχνα, τῷ φόβῳ ἡ γῆ ἐκλονείτω. Τὸν γὰρ ἀχώρητον  παντί,  ἑαυτῇ οὐκ ἠδυνήθη  χωρεῖν καὶ ούτως  ἐβόα πρὸς Τὴν Θεοτόκον.

Χαῖρε ὅτι τὸ θνητὸν ἀφθαρσίας ἐνδύεις
Χαῖρε ὅτι τῶν ψυχῶν τὴν γαλήνην παρέχεις
Χαῖρε φωτὸς ἀϊδίου τὸ χρυσόπλοκον σέλας
Χαῖρε Ἁγίων Πατέρων τὸ πολύτιμον γέρας.
Χαῖρε  φέγγος ἀγλαόμορφον οὐρανοῦ τοῦ νοητοῦ.
Χαῖρε ἄνθος τὸ πανεύοσμον καὶ τοῦ κόσμου χαρμονή.
Χαῖρε μόνη χριστιανῶν ἡ στερεὰ προστασία
Χαῖρε τῶν ἀπιστούντων ἡ ἐπίμοχθος  ἀπορία .
Χαῖρε τῆς ἁμαρτίας τὸ κέρας συντρίβουσα,
Χαῖρε τῶν πιστῶν τάς καρδίας φαιδρύνουσα
Χαῖρε πλοκῆς ῥᾳδιούργων ἡ λύσις
Χαῖρε δεινῶν προβλημάτων ἡ ῥύστις

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.


Ζάλην ένδοθεν έχων , πρεσβυτέρων ὁ δῆμος ,εὐθὺς  μηκτυρίζονται πάντες.Τῶν γὰρ θαυμάτων τὸ θαῦμα  μὴ δυναμένων ἔτι συγκαλύψαι, ἐπλήρωσαν ἀργύρια ἱκανὰ τοῖς στρατιώταις, μὴ εἰδότας   ψάλλειν


Ἀλληλούϊα.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἤκουσαν οἱ Ποιμένες Τῆς Χριστοῦ Ἐκκλησίας τὴν Ἀνάστασιν Κυρίου ἐκ Τάφου. Καὶ νομίσαντες ὡς λῆρον αὐτήν, ἐδυσπίστουν τῶν Μυροφόρων τὴν φωνὴν ἅπαντες. Ἀλλ’ὡς ἑξῆς καὶ οὔτοι πιστεύσαντες ἐβόων πρὸς Τὴν Θεοτόκον

Χαῖρε Παρθένε τῶν θλιβομένων παραμύθιον
Χαῖρε Μαρία ἁμαρτανόντων ἱλαστήριον
Χαῖρε ἄνθος ἀμαράντινον ,των Ἀγγέλων γλυκασμὸς
Χαῖρε μόνη η μηνύουσα  τὴν αἰώνιον ζωὴν
Χαῖρε ὅτι  ὑπάρχεις Παραδείσου Κυρίου ο νόστος
Χαῖρε ὅτι κατέστης Γεδεών ο πανένδροσος πόκος
Χαῖρε τοῦ διαβόλου τὴν ἰσχὺν καταλύσασα
Χαῖρε τῶν Ἀγγέλων τὴν χάριν αὐξήσασα
Χαῖρε ἡ ἐν σιωπῇ Τὸν Θεὸν ἀνυμνούσα
Χαῖρε ἡ Τὸν Δεσπότην ἀσπόρως τεκούσα
Χαῖρε δι’ἧς ὁ Σατὰν ἐνεπαίχθη
Χαῖρε δι’ἧς ἡ ζωὴ καινουργείται.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Θεοδρόμον πορείαν ἐπορεύθησαν τότε, εἰς Ἐμμαοὺς οἱ Μαθηταὶ Τοῦ Κυρίου. Καὶ ὡς συνοδίτην ἔχοντες Αὐτὸν , ἐν τῇ κλάσει τοῦ ἄρτου ἐπέγνωσαν αὔθις, ἵνα καὶ ἡμεῖς ὑμνῶμεν τὸ

Ἀλληλούϊα.



΄Ἰδον Μυροφόροι γυναίκες ,ἐν μνημείῳ ορθρίως , νεανίσκον εν λευκοίς αυγασθέντα.Καὶ ὡς Ἄγγελον νοοῦντες αὐτὸν ,εἰ καὶ τρόμῳ τῇ καρδίᾳ συνείχοντο, ἔσπευσαν τοῖς Ἀποστόλοις κηρύξαι καὶ βοῆσαι τῇ Εὐλογημένη


Χαῖρε ἡ ἀπαρχὴ τοῦ αἰωνίου φάους
Χαῖρε ἡ χελιδὼν τῆς φωταυγοὺς  ἡμέρας
Χαῖρε ὅτι τοῦ Σταυροῦ τὴν χολὴν μετέλαβες
Χαῖρε ὅτι  τὸ πικρὸν εἰς γλυκύ μετέβαλες.
Χαῖρε μόνη ἡ πηγάζουσα ζωῆς ὕδωρ τὸ κενὸν
Χαῖρε μόνη  ἡ ἐγείρουσα Ἀδὰμ τὸν πάλαι χοϊκόν.
Χαῖρε τῆς ἁμαρτίας τὸν λύθρον ἡ πλύνασα
Χαῖρε τοῦ Ἀδὰμ τὴν κατάρα ἡ σβέσασα
Χαῖρε ὅτι τῶν δαιμόνων τάς μορφὰς ἀπελαύνεις,
Χαῖρε ὅτι τῆς ἁμαρτίας τὸ σκότος διώκεις
Χαῖρε ή του σύμπαντος Ἀναστάσεως αὐγή.
Χαῖρε τοῦ προπάτορος ἡ γλυκεῖα χαρμονὴ

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.


Κήρυκες γεγονότες Μαθηταὶ Τοῦ Κυρίου τῆς δόξῃς καὶ τῆς πρῴην δειλίας  μὴ σχόντες   ,ἐκήρυξαν Τὸν Χριστὸν ἅπασιν, ἀφέντες τοὺς Ἰουδαίους ὡς χυδαίους ,μὴ εἰδότας ψάλλειν

Ἀλληλούϊα




Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, ἐξόρισας τοῦ Ἅδου τὸ σκότος. Τοῦ γὰρ θανάτου ἡ ἰσχὺς μὴ ἐνεγκοῦσα σοῦ Τῷ Θείῳ Φωτὶ πέπτωκεν ,οἱ τούτου δὲ σωθέντες  ἐβόων πρὸς τὴν Θεοτόκον.


Χαῖρε  ἀνεσπέρου φωτὸς τὸ δοχεῖον
Χαῖρε τῶν χαρίτων Θεοῦ τὸ ταμεῖον
Χαῖρε ὅτι καθαίρεις τῆς ψυχῆς τὸ δυσῶδες
Χαῖρε ὅτι λαμπρύνεις οὐρανοῦ τάς ἁψῖδας.
Χαῖρε ὀλιγοψύχων τὸ τερπνὸν παραμύθιον
Χαῖρε τῶν κοπιώντων καὶ μοχθούντων ἀνάπαυσις
Χαῖρε τὸν κοπετὸν τοῦ βίου  κουφίζουσα
Χαῖρε ἡ τῆς ψυχῆς τὴν θλίψιν  διαλύουσα
Χαῖρε ὅτι τῆς χαρᾶς Φωστῆρα ἀνέτειλας
Χαῖρε ὅτι τῆς αράς τὴν λύπην ἠφάνισας
Χαῖρε τῆς ζωῆς ἡμῶν τὸ ἀμυντήριον
Χαῖρε τῶν δεινῶν ἡμῶν  φυγαδευτήριον.


Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.


Μέλλοντος Τοῦ Κυρίου ,τὴν ἀνάπλασιν πάντων, ποιήσαι μετὰ δόξῃς ἀρρήτου, παρεδόθη  τῷ τάφῳ ὡς θνητός. ἀλλ’ἀνέστη ὡς Νυμφίος λαμπρὸς ,διόπερ ἐξεπλάγημεν  τὴν ἄφατον  αυτού  σοφίαν  κράζοντες

Ἀλληλούϊα.


ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Νέαν ἔδειξεν κτίσιν ,ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸ ἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχὺν νεκρώσας ὥσπερ ἔπρεπε,κατήργησεν αὐτὸν ,ἵνα σκιρτῶντες ἐν χαρᾷ ὑμνήσωμεν τὴν Παρθένον λέγοντες

Χαῖρε τοῦ ἐχθροῦ ταπεινούσα τὴν ὀφρὺν
Χαῖρε λυπηρών  ἑξατμίζουσα ἀχλὺν
Χαῖρε ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ,
Χαῖρε ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν
Χαῖρε δι’ἧς οἱ Ἄγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται
Χαῖρε δι’ἧς ὁ ἄχρονος τοῖς Βροτοῖς συναλίζεται
Χαῖρε βίβλε Θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ,
Χαῖρε πλὰξ ἡ ἀπογράφουσα σεσῳσμένων τὴν πληθύν.
Χαῖρε ἡ ἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα
Χαῖρε τῶν πρωτοπλάστων τὴν ποινήν ἀναιροῦσα.
Χαῖρε ἡ Χαρά τῆς  Χριστοῦ Εκκλησίας
Χαῖρε ἡ αὐγὴ βιοτῆς αἰωνίας.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ξένον θαῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁ ἀπαθὴς  Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος , βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοώντας .

Ἀλληλούϊα


Ὅλος ἢν ἐν τῷ τάφῳ καὶ οὐρανῶν  μηδόλως ἀπῆν, ὁ προαιώνιος  Λόγος . Καὶ τῷ εὐγνώμωνι λῃστῇ,τὴν εἰς τὸν  Παράδεισον ὀδοποιήσας εἴσοδον, εδίδαξεν  ἵνα ψάλλει  πρὸς Τὴν Θεοτόκον

Χαῖρε περιστερὰ  καὶ τροφεὺς τῆς ἁγνείας.
Χαῖρε ἡ κιβωτὸς τῆς Χριστοῦ Ἐκκλησίας
Χαῖρε Χριστιανῶν ὁ ἀκατάπαυστος ὕμνος
Χαῖρε Ὀσιαρχὼν τὸ   ἀκηλίδωτον  κῦδος
Χαῖρε η του πλάνου βίου των κρημνών διασώζουσα
Χαῖρε του μέλλοντος κόσμου την Χαράν ακτινίζουσα.
Χαῖρε τῆς ἡμῶν βιοτῆς εὐλογούσα πορείας
Χαῖρε τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας
Χαῖρε ὅτι θανάτου τὸ κράτος ἐπάταξας.
Χαῖρε ὅτι τοῦ Ἅδου τὰ σκῆπτρα ἐσκύλευσας
Χαῖρε ἡ  Τὸν  Θεὸν ὡς βρέφος τεκούσα
Χαῖρε   τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα


Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.


Πᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳ ὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον και ἡμάς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντων οὕτως



Ἀλληλούϊα




Ῥήτορας ψευδολόγους ,Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σοί Θεῖε Λόγε,ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εί Θεὸς εἴ , ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες Τῇ Μητρί Σου βοῶμεν

Χαῖρε δι’ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν
Χαῖρε δι’ἧς οἱ Δῆμοι Ἀγγέλων χορεύουσιν
Χαῖρε ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος
Χαῖρε ἡ προάγουσα  Βασιλείας τὸ νῖκος
Χαῖρε μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμὸν
Χαῖρε ὄμβρε ἀτελεύτητε  δωρεῶν τῶν πατρικῶν
Χαῖρε τῶν πρωτοπλάστων μόνη λύσις τῆς αράς
Χαῖρε μετανοούντων ἐξαλείφουσα ποινὰς .
Χαῖρε τοῦ ἀπροσίτου φωτὸς τὸ ταμεῖον
Χαῖρε τοῦ ἀθεάτου Θεοῦ τὸ πυξίον
Χαῖρε Προφήτου Προδρόμου τὸ κήρυγμα
Χαῖρε Δαυὶδ Βασιλέως τὸ καύχημα


Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.


Σώσαι θέλων τὸ γένος τῶν ἀνθρώπων , φθορὰ ὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶ ἄπνους ὑπάρχων ὡς νεκρὸς δι’ ἡμᾶς ἀνέστη  εὐφροσύνης αἴτιος, ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσιν

Ἀλληλούϊα




ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ
Τεῖχος εἰ τῶν ὑμνούντων τῶν χαρίτων σου τὸ ἄμετρον πλῆθος.Ὁ γὰρ ἐκ τῆς σῆς νηδύος προελθὼν, ἐκ τάφου σωματικὼς ἡμῖν ἐπέλαμψεν καὶ πάντας Σοὶ προσφωνεῖν διδάξας

Χαῖρε δι’ἧς του εχθρού τυραννὶς κατελύθη
Χαῖρε δι’ἧς τοῦ θανάτου ἰσχὺς κατεπόθη
Χαῖρε στάμνε χρυσὴ ἡ ἔχουσα τὸ Θεῖον μάναν
Χαῖρε ξύλον ζωῆς ἀνθίζουσα καρποὺς εὐόσμους
Χαῖρε οὐρανίας παστάδος ἡ τελεία χαρμονὴ
Χαῖρε τῆς φρικώδους κακίας ἡ κατάπαυσις Σεμνή.
Χαῖρε μόνη ἐπὶ σελήνης ἰσταμένη Μαρία
Χαῖρε  ότι τῆς ἁμαρτίας θεραπεύεις μανίαν
Χαῖρε τῆς αἰωνίου ζωῆς τὸ κεφάλαιον
Χαῖρε τῆς Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον
Χαῖρε δι’ἧς τα ποθεινά πηγάζουσιν
Χαῖρε δι’ἧς τα λυπηρά κατήργηνται

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὕμνος βροτῶν οὐκ ἀρκέσει ἐξυμνεῖν τὴν Ἁγίαν Σοῦ δόξαν.Ἰσαρίθμους γάρ ταῖς σταγόσιν τοῦ ὄμβρου ᾠδάς  ἂν προσφέρωμεν Σοὶ Ἀναστάντα Κύριε οὐδὲν τελοῦμεν ἄξιον ὡς ἐποίησας ἡμῖν τοῖς Σοὶ βοῶσιν

Ἀλληλούϊα


Φωτοφόρον Παρθένον καὶ Ἀγγέλων τὸ ᾆσμα, ὁρῶμεν τὴν Σεμνὴν Θεοτόκον.Ὁ  ἀσώματος ἐξ αὐτῆς σωματωθείς, ὁ  καὶ δεσμίους τοῦ Ἅδου ἐλευθερώσας , ἀνέτειλε φῶς πᾶσι τοῖς τυφλοῖς ,ἵνα κραυγάσωμεν αὐτὴ τοιαῦτα.

Χαῖρε ὅτι τοῦ πονηροῦ καταλύεις τὸ θράσος
Χαῖρε ὅτι τοῦ Βασιλέως  σελαγίζεις τὸ φάος.
Χαῖρε τῶν ἀσθενούντων ἡ βεβαία ἀντίληψις
Χαῖρε τῶν νοσημάτων παντοίων ἡ ἴασις
Χαῖρε  ἡ τὸν ὡραῖον ἐκβλαστήσασα στάχυν.
Χαῖρε  τῶν δωρεῶν τοῦ Φιλανθρώπου ἡ κρήνη.
Χαῖρε ὅτι τὰ στέφη τῶν συζύγων συμπλέκεις
Χαῖρε  ὅτι  τῶν νέων τάς  πορείας φυλάττεις
Χαῖρε ἡ νεκρώσασα τῶν παθῶν τάς προσβολὰς
Χαῖρε  ἀκυρώσασα τῶν δαιμόνων τάς βουλὰς
Χαῖρε τῶν οὐρανίων ταγμάτων τὸ νῖκος
Χαῖρε τῶν πεπτωκότων δαιμόνων ὁ θρῆνος .

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Χάριν ἄφθονον δοῦναι τοῖς ἀνθρώποις δωρήσασθαι θέλων, ὁ πάντων Ζωοδότης ἀνθρώπων, κατεδέχθη ἐν τάφῳ νεκρὸς κατοικεῖσαι, ἵνα τῆς φθορᾶς ἡμᾶς ἀπαλλάξει τοὺς κράζοντας


Ἀλληλούϊα




Ψάλλοντές Σου τὸν τόκον , τὸν ὡς ξένον ἐν τάφῳ ξενωθέντα ,ἀνυμνοῦμεν τῇ αὐτοῦ Ἀναστάσῃ.Ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ἡ τῶν απάντων πνοή,ἑξάγνισεν, ἐφώτισεν,ἐδίδαξε ἡμὰς βόαν Σοι ταῦτα

Χαῖρε αμαράντινε στέφανε δόξης
Χαῖρε δωδεκάτειχε πόλις Κυρίου
Χαῖρε ὅτι κατήργησας ἁμαρτίας τὸ κέντρον
Χαῖρε ἡ καινουργήσασα τῶν ἀνθρώπων τὸ γένος
Χαῖρε ὅτι κατεπάτησας κεφαλὴν τοῦ πονηροῦ
Χαῖρε λύπην ἡ κεράσασα τῶν δαιμόνων τω εσμώ.
Χαῖρε ὅτι τῶν παθῶν ἀποπλύνεις τὸν ῥύπον
Χαῖρε ὅτι τοῦ Πνεύματος ὑπάρχεις  τὸ ῥεῖθρον
Χαῖρε ἡ ἀπόδειξις τῆς ἡμῶν σωτηρίας
Χαῖρε ἡ βεβαίωσις τῆς παλιγγενεσίας
Χαῖρε ὅτι  ῥόδα καὶ κρίνα  ἀνθίζεις
Χαῖρε ὅτι Πάσχα  καὶ ἔαρ μυρίζεις

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὢ Πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων Ζωῆς χορηγὸν καὶ Δεσπότην
(Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.-ἐκ΄γ΄-)

δεξαμένη τήν νυν προσφορὰν ἐκ πασῶν σῶσον ἀναγκῶν ἅπαντας καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως τούς σοι βοώντας:

Ἀλληλούϊα.





Ἄγγελος  ἑξαστράπτων τῷ μνημείῳ επέμφθη
κηρύξαι τὴν Ἀνάστασιν πάντων.Καὶ  σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴν  , Ἀναστάντα  θεωρῶν Σὲ Κύριε ,ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ  ταῦτα.

Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χαῖρε δι’ἧς γαλαξίαι καινούνται.
Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον  ῥόδον.
Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν



Ὡς  Ζωηφόρος  Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τῶν   οὐρανῶν ὑψηλοτέρα  ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀνάστησον,
Ἵνα κράζωμεν ,
Χαῖρε ἡ  Μήτηρ τῆς Ζωῆς ἡμῶν.
 




(Επιμέλεια -π.Διονύσιος Ταμπάκης-Ναύπλιον)




Σάββατο 19 Απριλίου 2014

Προφητεία Ἰεζεκιὴλ (Κεφ. ΛΖ', 1-14)


Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα

(Κεφ. ΛΖ', 1-14)

Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων, καὶ περιήγαγέ με ἐπ' αὐτά, κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου, τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον· καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρός με· Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Κύριος Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ' ὅ, τι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ ἐστιν, αὐτοὶ λέγουσι. Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς. Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.

ΚΑΝΩΝ ΚΑΙ ΚΑΤΑΒΑΣΙΕΣ ΤΟΥ ΠΑΣΧΑ


ΤΟ ΑΓΙΟ ΦΩΣ ΣΤΟΝ ΠΑΝΑΓΙΟ ΤΑΦΟ 2014 - HOLY LIGHT


Παρασκευή 18 Απριλίου 2014

Η δίκη του Ιησού σε Video




Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς, καὶ εἶπε· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; … λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν αὐτῷ οἱ ᾿Ιουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ ᾿Ιησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. Εἰσῆλθεν οὖν εἰς τὸ Πραιτώριον πάλιν ὁ Πιλᾶτος, καὶ ἐφώνησε τὸν ᾿Ιησοῦν, καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων; Ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· ἀφ᾿ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; Ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ ᾿Ιουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν, καὶ οἱ Ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς ᾿Ιουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.


Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθε πρὸς τοὺς ᾿Ιουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ· ἔστι δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν Βασιλέα τῶν ᾿Ιουδαίων; Ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες· Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής. Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν ᾿Ιησοῦν, καὶ ἐμαστίγωσε· καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν, καὶ ἔλεγον· Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος, καὶ λέγει αὐτοῖς· ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. Ἐξῆλθεν οὖν ὁ ᾿Ιησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον, καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς· Ἴδε ὁ ἄνθρωπος.

Ὅτε οὖν εἶδον αὐτὸν οἱ Ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν, λέγοντες· σταύρωσον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Υἱὸν τοῦ Θεοῦ ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ Πραιτώριαν πάλιν, καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶ σύ; Ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι, μείζονα ἁμαρτίαν ἔχει. Ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ ᾿Ιουδαῖοι ἔκραζον, λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον, ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· Ἴδε ὁ Βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν Βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ Ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.

…Τότε οἱ στρατιῶται τοῦ Ἡγεμόνος παραλαβόντες τὸν ᾿Ιησοῦν εἰς τὸ Πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ, λέγοντες· Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων· Καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.


Ν. Δήμου: ένας ακόμη κοινός (και κάπως φτηνός) αντικληρικαλιστής και εκκλησιομάχος





Ο διαχρονικός αντικληρικαλισμός δεν έχει βάση μονάχα την αθεΐα και την εκκλησιομαχική διάθεση των φορέων του, αλλά και την ίδια την πραγματικότητα.  Τη Μ. Δευτέρα το βράδυ ακούσαμε στον Όρθρο της επομένης τον επίσημο ύμνο του αντικληρικαλισμού δια χειλέων του ίδιου του Κυρίου! Μέσα σε αυτόν δεν μπορούμε παρά να δούμε τη διαχρονικότητα του σχετικού φαινομένου, το οποίο παρουσιάζεται σε όλες τις επίσημες θρησκευτικές κοινότητες των οργανωμένων κοσμικών κοινωνιών. Είναι προφανές ότι όπου θρησκειοποιείται και κρατικοποιείται και συνεπαγωγικά εκκοσμικεύεται μια κοινότητα πιστών, άφευκτα έχουμε την εμφάνιση του δυσειδούς κληρικαλισμού και την εύλογη ή κακόβουλη προς αυτόν πολεμική και αντίδραση.
Μπορούμε, λοιπόν, να βλέπουμε όλα τα προκείμενα και σήμερα να επαναλαμβάνονται και στον χώρο της Χάριτος, στην Εκκλησία. Η ομοουσιότητα της ανθρώπινης φύσης και η ανακύκλωση της ιστορίας ερμηνεύει άριστα, φυσικότατα και αβίαστα όλο αυτό. Τι να πρωτοπαρατηρήσουμε; Την ιεροεξεταστική επιβάρυνση στους ώμους των πεφορτισμένων πιστών των ιερών Κανόνων, τους οποίους οι κληρικοί έχουν κόψει και ράψει στα δικά τους μέτρα, εξαιρώντας εαυτούς από τις συνέπειες και την υποχρεωτική τους τήρηση; Ότι τα περισσότερα τα κάνουν δια το θεαθήναι; Τα πεπλατυσμένα ράσα και άμφια, την πρωτοκλισία στις δημόσιες εκδηλώσεις, την προκλητική πολυτέλεια, τον ενοχλητικό βυζαντινισμό και τις κοσμικότατες πρωτοκαθεδρίες, τη χρήση τίτλων που απαγόρευσε ο ίδιος ο Χριστός (π.χ. διδάσκαλος, πατήρ) και την επινόηση πιότερο βαρύγδουπων; Τη χρηματική πλεονεξία και την εκμετάλλευση των απλών πιστών, τις μακροσκελείς θεατρινίστικες προσευχές τους, τον ιεραποστολικό τους ακτιβισμό χωρίς προσωπική πνευματική συνέπεια, την προσαρμογή των ανθρώπινων παραδόσεων και την αναγωγή τους σε επίπεδο δόγματος κατά το οικείο συμφέρον; Την υπονόμευση της ευαγγελικής ουσίας και την ανύψωση της τυπολατρίας; Τον νεόκοπο φαρισαϊσμό και την υποκρισία των πλειόνων τους; Την εξωτερική διακόσμηση και κατασκευή περικαλλών ναών και προσκυνημάτων; Την εσωτερική τους ακαθαρσία με τα ανομολόγητα πάθη και αμαρτήματα; Την ηθική εξόντωση των αντιπάλων του θρησκευτικού τους συστήματος, μεταξύ των οποίων και πολλοί άγιοι άνθρωποι; Και όλα τούτα μια ακριβέστατη μεταφορά στο σήμερα των «οὐαί» του Χριστού λίγο πριν την ηθική και φυσική του εξόντωση από το ιερατείο της εποχής του.
Η περίπτωση Δήμου: η μερική ασχετοσύνη του ανδρός έναντι ζητημάτων θρησκείας και Ορθοδοξίας δεν εμποδίζει τη θέαση της πρόδηλης πολιτικής και διαφημιστικής του πρόθεσης. Ο εθνομηδενισμός του απαντήθηκε πρόσφατα σε ημέτερο άρθρο.[1] Σήμερα ξανάρχεται να μας πει φληναφήματα και ανοησίες. Η απάντηση είναι σχεδόν γελοία στην ευκολία της, αλλά θα μπορούσαμε να του πούμε δυο λόγια με την ελπίδα της προσωπικής του μετάνοιας εν Χριστώ.
Ειδωλολατρία; Μα γιατί; Είδωλο είναι οτιδήποτε υποκαθιστά και αντικαθιστά τη μοναδικότητα του Θεού. Κανείς χριστιανός δεν λάτρεψε ποτέ το Άγιο Φως. Και αν το έκανε κάποιος, δεν το πράττει σαν πυρολάτρης, αλλά εν και δι’ αυτού βλέπει και προσκυνά τον Χριστό, το Φως του κόσμου (Ιω. 8:12). Η εικονοκλαστική πρόθεση και διδαχή εκείνου εξάπαντος δεν έχει κανένα έρεισμα στην πραγματικότητα. Άλλα λόγια να αγαπιόμαστε δηλαδή…
Η ουσία, ωστόσο, έγκειται αλλού. Στο κείμενό του ο Δήμου ομολογεί ευθαρσώς ότι δεν ενοχλείται από τη θρησκεία τόσο, όσο από την Εκκλησία. Η αντικληρικαλιστική του εμμονή είναι απλά αποδεικτική της εκκλησιομαχίας του, η οποία σημαίνει και ταυτίζεται με βλάσφημη θεομαχία: «ο αντικληρικός δεν είναι απαραίτητα άθεος, ούτε καν εναντίον της θρησκείας. Είναι εναντίον του κλήρου – δηλαδή αντίθετος με τους τρόπους και τις πρακτικές της εκκλησίας». Πράγματι, έχει κάπου δίκιο. Ειδικά στην πρώτη περίοδο. Αθεΐα, άλλωστε, δεν υφίσταται παρά μονάχα ως ανεστραμμένη θρησκευτικότητα.
Τι θα απαντούσαμε, λοιπόν, στον συμπαθέστατο μέσα στην πλάνη του κ. Νίκο, στους προκαλούντες (εν πολλοίς δικαίως) αυτόν (και τους ομοϊδεάτες του) κακούς κληρικούς και σε μας τους άλλους που σκανδαλιζόμαστε με τους τελευταίους, αλλά μένουμε μέσα στους κόλπους της Εκκλησίας; Εμείς τίποτε. Τα έχει ήδη προείπει ο Κύριος και δη τις μέρες αυτές τα ακούμε στις ωραιότατες μεγαλοβδομαδιάτικες Ακολουθίες.
Ας ξεκινήσουμε με τον Δήμου. Μας λέγει χαρακτηριστικά ο ίδιος: «όσο πλησιάζει το Πάσχα και σκέπτομαι πως πάλι θα ξοδέψουμε χρήματα για να φέρουμε το (δήθεν) Άγιο Φως και να το υποδεχθούμε με τιμές αρχηγού κράτους, γίνομαι εμμανής αντικληρικός. Και υποθέτω πως το ίδιο θα γινόταν και ο Ιησούς, που από ότι ξέρουμε, δεν πίστευε σε ειδωλολατρικά σύμβολα – και μάλλον θα μοίραζε τα χρήματα στους φτωχούς». Και το Ευαγγέλιο του Ιωάννη: «ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε».
Στους «εκπροσώπους» του Κυρίου επί γης ο Ματθαίος: «οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί… οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ…. ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι… ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;».
Σε μας δε τους περιλειπόμενους και σκανδαλιζόμενους, εμμένοντες δε θεαρέστως στην Εκκλησία του Χριστού και υπομένοντες τον ονειδισμό του Κυρίου ο καθένας κατά το μέτρο του, μιλάει ο γλυκύτατος Ιησούς δια στόματος του ιδίου ευαγγελιστού: «πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε… Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.».

Κ.Ν.
16/4/2014