Τετάρτη 6 Ιουλίου 2011

Εἰς τὸ προφητικὸν ῥητὸν τὸ λέγον "Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν"· καὶ περὶ ἐλεημοσύνης - Ἅγιος Ἰωάννης Χρυσόστομος



Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται·
καὶ θηρατὴν ὕλη θηροτρόφος, ὅταν ὄρη διερευνήσας, καὶ κορυφὴν κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας.
Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει,
πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων,
οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον,
ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε;
Άνθρωπος - Απάνθρωπος
Φέρε οὖν, ἀγαπητὲ,
∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν μέλος,
καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν·
Ταράσσεται, καὶ τὸ τέλος ἀπόλλυται·
ταράσσεται, καὶ πρὶν καταστῆναι καταποθεῖται·
ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται·
ὡς θύελλα ἐπαίρεται, καὶ ὡς κόνις ἐδαφίζεται·
ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται·
ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος ξηραίνεται·
ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται·
ὡς πομφόλυξ ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται·
ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν·
ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.
Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων αἱ τρυφαί·
αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων οἱ θησαυροί·
αὐτοῦ αἱ φροντίδες, καὶ ἄλλων αἱ εὐφροσύναι·
αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις·
αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι·
αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί·
παρ' αὐτῷ ὁ στεναγμὸς, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί·
παρ' αὐτῷ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα·
αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πάλιν ἐν τοῖς αὐτοῦ ἐντρυφῶσι ψάλλοντες.
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.
Ἄνθρωπος,
τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα,
τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα,
τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον,
τὸ αὐτοδίδακτον πονήρευμα,
τὸ αὐτομαθὲς ἐπιβούλευμα,
τὸ εὔτεχνον εἰς κακουργίαν,
τὸ εὐμήχανον εἰς ἀδικίαν,
τὸ ἕτοιμον εἰς πλεονεξίαν,
τὸ ἀκόρεστον εἰς ἀπληστίαν,
τὸ εὐφυὲς εἰς ἀπιστίαν,
τὸ ὑπέρογκον πνεῦμα,
τὸ μεγαλοῤῥῆμον θράσος,
τὸ εὐδιάλυτον φρύαγμα,
τὸ εὐκαθαίρετον ὕψωμα,
τὸ εὐάλωτον τόλμημα,
ὁ πηλὸς ὁ αὐθάδης,
ἡ τέφρα ἡ στασιώδης,
ἡ κόνις ἡ μεγαλόφρων,
ἡ σποδὸς ἡ πεφυσιωμένη,
ὁ σπινθὴρ ὁ εὐκατάσβεστος,
ἡ φλὸξ ἡ εὐμάραντος,
ὁ εὐρίπιστος λύχνος,
τὸ ἑτοιμοφθόρον ξύλον,
ὁ εὐξήραντος χόρτος,
ἡ εὐνέκρωτος χλόη,
ἡ εὐδαπάνητος φύσις·
ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον τελευτῶν·
ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ·
ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι·
ὁ σήμερον ἐν πορφύρᾳ, καὶ αὔριον ἐν ἐκφορᾷ·
ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς·
ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν·
ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν·
ὁ ἄρτι φρυαττόμενος, καὶ μετ' ὀλίγον θρηνούμενος·
ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος·
ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ αὐτὸν πολυπραγμονῶν·
ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φανταζόμενος·
ὁ φύσει θνητὸς, καὶ τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος·
τὸ πάσης ἀῤῥωστίας προκείμενον πάρεργον,
τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον,
τὸ τῶν πυρετῶν ἀδιάφορον καθημερινὸν γυμνάσιον,
τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον.
Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία!
ὢ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος!
Ὢ πόσα εἶπον,
καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον,
τῆς λεγούσης·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν!
Τέλος, ὅρα, ἀγαπητὲ,
εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα,
εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται,
εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα,
εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν,
εἰ μὴ τὰ χρήματα,
καθάπερ καταιγίδες,
κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν,
εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα.
Άνθρωπος - Απάνθρωπος
Οὗτος ἐκείνου τὸν ἀγρὸν παρεσπάσατο,
ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασε·
καὶ ὁ μὲν περὶ ὕδατος τῷ γείτονι κρίνεται,
ὁ δὲ περὶ ἀέρος τῷ συνοικήτορι πολεμεῖ.
Οἱ μὲν διὰ μέτρα τῆς γῆς διακαπνίζονται,
οἱ δὲ περὶ οἰκοδομῆς ἀλλήλους διαθλίβουσιν·
οὗτος, ἅπερ οὐκ ἔδωκε, λαβεῖν ἐπιφύεται·
ἐκεῖνος, ἅπερ ἔλαβε, μὴ δοῦναι δικάζεται.
Ὁ μὲν περὶ τόκους ἀπληστεύεται·
ὁ δὲ καὶ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται·
οὗτος ἀπορῶν ὀδυνᾶται·
ἐκεῖνος εὐπορῶν θορυβεῖται·
ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων ἐπιβουλεύεται·
ὁ ἐν ἀρχαῖς, ὑποβλέπεται·
ὁ ἐν ἐξουσίαις, μισεῖται·
ὁ ἐν δυναστείαις, σκευάζεται.
Άνθρωπος - Απάνθρωπος
Οἱ πόλεμοι συνέχουσιν,
οἱ φθόνοι ἐπάλληλοι,
ἡ ἀπληστία τυραννεῖ,
ἡ πλεονεξία καταδυναστεύει,
τὸ ψεῦδος ὑπεραίρεται,
ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν,
ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν,
ἡ φιλία μέχρι τραπέζης περιορίζεται.
Οἱ ἄλλοι τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν·
ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται,
ὁ ἀὴρ μέχρις αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται.
∆ιὰ τὰ χρήματα ὁ βίος ἀβίωτος γέγονε·
διὰ τὰ χρήματα ἐλεύθερα στοιχεῖα πεπράκαμεν·
ὁδοὶ τελωνεύονται,
ἡ γῆ ἀποκεκλήρωται,
ὕδατα δεσποτεύονται,
ὁ ἀὴρ ὠναῖς ὑποβάλλεται·
δεκατολόγοι καὶ φορολόγοι καὶ τελῶναι τὰς πόλεις συνέχουσιν·
οἱ πλούσιοι ταῖς φροντίσιν ἐκτήκονται·
οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται·
οἱ ἅρπαγες τὸν βίον ταράττουσιν·
οἱ φιλοχρήμονες τὰ δικαστήρια κατατρίβουσιν·
οἱ ἔμποροι τὰς συμφορὰς πραγματεύονται·
οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν.
Ἀλλήλοις ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν·
εἰς τὸ ὀμνύειν μόνον τὸν Θεὸν ἐπιστάμεθα.
Άνθρωπος - Απάνθρωπος
Οὕτω πάντας ἐν κακοῖς σεσωρευμένους ὀρῶν ὁ προφήτης,
καὶ τὸν βίον ταλανίζων, ἔλεγε·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.
Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται;
ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται;
Οὐδὲν τῶν ἐν ζώοις ἢ στοιχείοις ταρασσόμενον εὗρον.
Ταράσσεται, φησὶ, τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται·
σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται·
κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι·
θορυβεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται·
διεγείρεται φλὸξ, καὶ ὑποκειμένην ὕλην ἀναλίσκουσα σβέννυται.
Άνθρωπος - Απάνθρωπος
Ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασιν οὐδέποτε παύεται·
ἔλαβε τοῦτο, καὶ πρὸς ἐκεῖνο ἀποβλέπει·
ἐκράτησεν ἐκεῖνο, καὶ πρὸς ἄλλο κέχηνε.
Τὰ ἑκατὸν διπλασιάζειν φιλονεικεῖ,
ἐπὶ τοῖς τοσούτοις πάλιν τὰ τοσαῦτα σωρεύειν ἐπείγεται,
καὶ οὐδέποτε τοῦ σωρεύειν παύεται,
ἕως ἂν τὸ τέλος αὐτοῦ σωρευθῇ·
καὶ τῇ δίψῃ τῆς φιλαργυρίας συνεχόμενος, ὠχρότερος χρυσίου περιέρχεται,
διὰ τὸν πολυπόθητον πλοῦτον,
τὸν τάχα ἀβεβαιότερον φίλον,
τὸν ἐπίβουλον πόθον,
τὸν πολυδέσποτον ἐμπαίκτην,
τὸν πολυέραστον χλευαστὴν,
τὸν ὑπόπτερον δέσμιον,
τὸν πολέμιον νεκρὸν,
τὸν ἐν τῷ κόσμῳ ἀφιπτάμενον ἄνεμον·
πλοῦτον,
τὸν πάσης ἀτοπίας γεννήτορα,
τὸν πάσης κακίας εὑρετὴν,
τὸν συνεργὸν τῆς ψυχοφθόρου τρυφῆς,
τὸν ἀντίπαλον τῆς ἐγκρατείας,
τὸν πολέμιον τῆς σωφροσύνης,
καὶ τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην.
Άνθρωπος - Απάνθρωπος
Ἀλλὰ τί διαβάλλω τὸν πλοῦτον, τοὺς κεκτημένους ἀφείς;
Ἀδικεῖται καὶ αὐτὸς δεσμούμενος ὑπ' αὐτῶν, καὶ πέδαις συνεχόμενος.
Ἔοικε γάρ μοι αὐτὸν πρὸς αὐτοὺς ἀφιέναι φωνήν·
Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε;
τί με, καθάπερ δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε;
τί με ὡς φίλον περιπτύσσεσθε, καὶ ὡς κακοῦργον καταδεσμεῖτε, ἀπὸ μετάλλων εἰς τὰς ὑμῶν χεῖρας παραπέμποντες;
Εἰ θέλετε κἂν τῶν ὀνείρων κουφότερον ἀναπαῦσαί με,
ἐάσατέ με καὶ εἰς τὰς τῶν πενήτων δεξιὰς μεταπεμφθῆναι.
Ἀλλά φησι·
Τέκνοις συνάγω τὸν πλοῦτον, ἵνα μὴ πενίας γένωνται κληρονόμοι.
Καλῶς ὁ πολυφάνταστος πλούσιος·
τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει·
τὰ καθ' ἑαυτὸν ἀγνοεῖ, καὶ περὶ τῶν παίδων φροντίζει·
εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ τῶν κληρονόμων βουλεύεται.
Ὦ ἄφρων, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι·
εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε πιστεύω σοι καὶ τὰ τῆς αὔριον.
Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς;
τί θέλεις εἶναι καὶ νεκρὸς καὶ χλευαζόμενος;
τί διορίζῃ τῷ Θεῷ τὸ πρακτέον;
τί νομοθετεῖς τὴν τοῦ Θεοῦ πρόνοιαν διοικεῖσθαι τὰ σοὶ δεδομένα;
Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ.
Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικητὴς ζώντων,
καὶ νεκρῶν κριτὴς ζυγοστατῶν ἑκάστου τὸ δίκαιον.
Τί οὖν ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων τοῖς σοῖς θησαυρίζων, καὶ οὐκ οἶδας τίνι συνάγεις αὐτά;
τί τὰ τῶν ὀρφανῶν κατέχεις,
τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων;
Τὰ ἴδια ζητοῦσιν, οὐ τὰ σά·
τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς,
οὐ τὰ μετὰ σοῦ γεννηθέντα.
Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον,
ὅτι δοῦναι, οὐ λαβεῖν, προσετάχθης.
Ἀρκεῖ σοι, ὅτι διὰ τοῦ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει.
Ὁ βρέχων ἐξ οὐρανοῦ, τὴν χαλκοῦ ψεκάδα σε προσαιτεῖ·
ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει·
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ.
Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι.
∆ὸς, οἴκτειρον, ἐλέησον, ἵνα ἐλεηθῇς.
Άνθρωπος - Απάνθρωπος
Σὺ δὲ οὐδὲ τὰς ὀφρύας σου ἀνατεῖναι βούλῃ,
καὶ λιτανευόμενος οὐκ ἐπικάμπτῃ.
∆ὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇ τὸ λογοθέσιον·
δὸς αὐτοῖς τὰ αὐτῶν, ἃ μέλλεις μετ' οὐ πολὺ ἀπολαμβάνειν.
Πατέρα ἔχουσι βασιλέα·
δὸς αὐτοῖς τὰ αὐτῶν,
καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν τὴν ἀμεριμνίαν.
Ποίαν ταύτην;
Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Ὁ γὰρ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα,
οὐ μόνον τὸ χειρόγραφον τῆς ἁμαρτίας ἐξαλείφει,
ἀλλὰ καὶ ὁμολογίαν λαμβάνει,
τὴν λέγουσαν φωνὴν,

Ὁ διδοὺς πτωχῷ, Θεῷ δανείζει.
Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην,
ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν.
Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος!
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
∆ιὰ τί οὖν οὐκ εἶπεν,
Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει;
Άνθρωπος - Απάνθρωπος
Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν·
προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ,
καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς,
Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ,
ἵνα μὴ ἁπλῆν τὴν δόσιν καὶ τὴν ἀντιμισθίαν νομίσῃς·
ἀλλ', Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ,
ἵνα τὸ ὄνομα τοῦ δανείσματος ὁ φιλοκερδὴς ἀκούσας,
ἑαυτὸν ἐπιδῷ πρὸς ἔλεον.
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστιν.
Άνθρωπος - Απάνθρωπος
Τί οὖν θέλεις αὐτὸν κριτὴν ἔχειν, ἢ χρεώστην;
Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα·
ὁ κριτὴς δὲ οὐ δυσωπεῖται τὸν δικαζόμενον.
Άνθρωπος - Απάνθρωπος
Ἀναγκαῖον δὲ,
ἀδελφοὶ, καὶ καθ' ἕτερον τρόπον ἰδεῖν,
τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν,
ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ.
Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς τὸν πλεονασμὸν, ὡς ἔφθην εἰπὼν,
καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας (ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων)·
ἐπεὶ οὖν οἶδεν ὁ Θεὸς,
ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει,
οὐδὲ εἰς φιλανθρωπίαν βλέπει,
ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ·
πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς,
οὐχ ὑποθήκην ἔχων (οὐ κέκτηται γὰρ οὐδὲν),
οὐκ ἐνέχυρα φέρων (γεγύμνωται γὰρ),
οὐ τὸν ἀντιφωνοῦντα παρέχων (ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν),
ὡς εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ,
καὶ τὸν ἔχοντα χρήματα διὰ τὴν ἀπανθρωπίαν,
μέσον ἑαυτὸν παρέθηκεν,
ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι.
Άνθρωπος - Απάνθρωπος
Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν;
Ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν.
Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν·
εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν,
ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι,
καὶ τῷ ἀπόρῳ προέστη διὰ πολλὴν ἀγαθότητα.
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
Θάρσει, φησὶν, ἐμοὶ δανείζεις.
Καὶ τί τοσοῦτον κερδαίνω, σοὶ δανείζων;
Ἑκατονταπλασίονά σοι δίδωμι, καὶ ζωὴν αἰώνιον.
Ἵνα πότε μοι ταῦτα ἀποδῷς, ἀπαιτῶ τὰ σύμφωνα,
στηρίξαι βουλόμενος τὸ συνάλλαγμα.
∆ός μοι τῆς ἀνταποδόσεως τὸν καιρὸν,
ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν.
Ἄκουε συνετῶς, πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τῶν πτωχῶν δανεισάμενος.
Άνθρωπος - Απάνθρωπος
Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ,
στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ,
τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων·
καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν·
∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Ὑπὲρ τίνων;
Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψησα, καὶ ἐποτίσατέ με·
γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με·
ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.
Άνθρωπος - Απάνθρωπος
Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι·
Κύριε,
πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν,
ἢ διψῶντα, καὶ ἐποτίσαμεν,
εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσιν;
ἢ πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ;
πότε δὲ ταῦτα πεποιήκαμεν;
Ἐφ' ὅσον, φησὶν,
ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε,
ἐμοὶ ἐποιήσατε.

Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει;
Ἀλλ' ὥσπερ τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν,
οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν·
Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
∆ιὰ τί; ὑπὲρ τίνος;
Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν.
Οὐκ εἶπεν,
Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε,
ὅτι ἐκλέψατε,
ὅτι ἐψευδομαρτυρήσατε,
ὅτι ἐπιωρκήσατε·
κἂν μὲν ὁμολογουμένως καὶ ταῦτα,
ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης.
Άνθρωπος - Απάνθρωπος
∆ιὰ τὶ δὲ, ὦ Κύριε,
οὐδὲν τῶν ἄλλων φέρεις εἰς μνήμην;
Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν·
οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας.

Ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω,
ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην,
παρήκατε τοσαύτην εὐεργεσίαν.
Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν,
ὡς ῥίζαν πάσης κακίας καὶ πάσης ἀσεβείας,
ἐπαινῶ δὲ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων ἀγαθῶν,
καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον,
τοῖς δὲ δίδωμι βασιλείαν οὐρανῶν,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοῦς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Άνθρωπος - Απάνθρωπος
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
ΠΗΓΗ: orthodoxfathers.com

Τετάρτη 29 Ιουνίου 2011

Γράμματα Σπουδάματα- Οι λάοι των Βαλκανίων- 4Ε TV

Ψαλμός 50ος

50

 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. 

 3 ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 

http://www.apostoliki-diakonia.gr/

Η μετάνοια του Δαυίδ



Δύο θανάσιμα αμαρτήματα διέπραξε ο Δαυίδ· μοιχεία και φόνο. Αρχή ήταν ένα αμαρτωλό βλέμμα... Μοιχός ο Δαυίδ, έγινε και φονιάς ενός αθώου ανθρώπου γεναίου αξιωματικού της στρατιάς του...
Αλλά να! Ο Δαυίδ ξυπνά από τον φοβερό ύπνο της αμαρτίας. Πως; Ξυπνά με ένα κήρυγμα...
Ένας άνθρωπος του Θεού, ο Προφήτης Νάθαν , πήγε στα ανάκτορα και έγινε δεκτός σε ακρόαση από τον πανίσχυρο βασιλιά που τον έτρεμαν όλοι. Αφοβος στάθηκε μπροστά του, και του είπε
-Βασιλιά , ήρθε να σου καταγγείλω ένα έγκλημα που έγινε στο βασίλειό σου. Δύο άνθρωποι ήταν γείτονες. Ο ένας ήταν πολύ πλούσιος. Είχε χιλιάδες πρόβατα και βόδια, ενώ ο άλλος είχε μια μικρή προβατίνα. Την αγαπούσε πολύ αυτός και τα παιδιά του, και τρώγανε μαζί. Αλλά κάποιος ξένος χτύπησε την πόρτα του πλούσιου. Ο πλούσιος έπρεπε να τον περιποιηθεί. Τι ήταν να πάρει ένα από τα πρόβατά του και να το παραθέσει ως γεύμα στον ξένο; Αλλά δυστυχώς δεν το έκανε. Πήγε και πήρε την προβατίνα του φτωχού και την παρέθεσε στο γεύμα.
Ο Δαυίδ, όταν άκουσε την καταγγελία αυτή, εξωργίσθηκε και είπε·
-Αυτός ο πλούσιος που έκανε αυτή την ατιμία πρέπει να καταδικασθεί σε θάνατο.
Τότε ο Νάθαν λέει..
-Βασιλιά , συ είσαι αυτός που έκανε το έγκλημα αυτό! Συ ο τόσο πλούσιος, που είχες στη διάθεσή σου τόσες γυναίκες , πήγες και πήρες τη μία γυναίκα του Ουρία.
Τότε ο Δαυίδ ήρθε σε βαθιά συναίσθηση και είπε στο Νάθαν·
-Αμάρτησα στο Θεό(Β΄Βασ . 12,13)
Και έδειξε πραγματική μετάνοια. Κάτω από τα άστρα της νύχτας σηκωνόταν και έκλαιγε και μούσκευε με τα δάκρυα του την κλίνη του. Εκδήλωση της μετανοίας του δάκρυα είναι οι Ψαλμοί του, και μάλιστα ο πεντηκοστός ψαλμός , ο λεγόμενος ψαλμός της μετανοίας, που τόσο συχνά ακούγεται στην Εκκλησία μας (επισκόπου Αυγουστίνου Ν.Καντιώτου, ΄Ενα βλέμμα στο πανόραμα της αγίας Γραφής τ.Α΄Αθήναι 1987, σελ 126-11)

Η μετάνοια του Δαυίδ έμεινε υποδειγματική και ενθαρρυντική για όλους μας. Γι΄αυτό η Εκκλησία , κάθε μέρα μυστικώς δια του στόματος του ιερέως , στην δεκάτη ευχή του όρθρου , την κατανυκτική ώρα του εξάψαλμου ,λέει·

Κύριε ο Θεός ημών , ο την δια μετανοίας άφεσιν τοις ανθρώποις δωρησάμενος, και τύπον ημίν επιγνώσεως αμαρτημάτων και εξομολογήσεως την του προφήτου Δαυΐδ μετάνοιαν προς συγχώρησιν υποδείξας· αυτός, Δέσποτα, πολλοίς ημάς και μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ελέησον κατά το μέγα σου έλεος, και κατά το πλήθος των οικτηρμών σου εξάλειψον τα ανομήματά ημών· ότι σοι ημάρτομεν , Κύριε, τω και τα άδηλα και κρύφια της καρδίας των ανθρώπων γινώσκοντι και μόνω έχοντι εξουσίαν αφιέναι αμαρτίας. Καρδίαν δε καθαράν κτίσας εν ημίν , και πνεύματι ηγεμονικώ στηρίξας ημάς και την αγαλίασιν του σωτηρίου σου γνωρίσας ημίν, μη απορίψης ημας απο του προσώπου σου...

αρχιμ. Λαυρέντιου Μ. Γράτσια


Σάββατο 18 Ιουνίου 2011

ΠΡΟΣΕΥΧΗ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ



Ω, Παναγιά μου Δέσποινα,Γλυκύτατη
Παρθένα
Εις τον αγώνα της ζωής βοήθαμε και εμένα.

Βοήθησέ με,Παναγιά,Γλυκιά μου Παναγία,
γιατί η ζωή είναι θάλασσα,μεγάλη τρικυμία.

Και ναυαγός ευρίσκομαι μέσα στη βιοπάλη
στη χάρη Σου στηρίζομαι,
Παρθένα τη μεγάλη.

Και σαν Μητέρα ευσπλαχνική
ελπίζω να μας σώσεις
κι από ορατούς κι άορατους εχθρούς να μας
γλιτώσεις.

Στη σκέπη των πτερύγων Σου σκέπασε,Παναγιά μου,
όλου του κόσμου τα παιδιά κι ύστερα τα δικά μου.

Και φώτισέ τα,Παναγιά,Χριστό ν’ακολουθήσουν
και στον αγώνα της ζωής με πίστη να βαδίσουν.

Την πίστη,την πραότητα να μην την αμελήσουν,καθώς και την εγκράτεια να μην την
καταπατήσουν.

Ναι,Παναγιά μου Δέσποινα,λυπήσου και ευσπλαχνίσου
και άφεση αμαρτιών ζήτησε απ’ το Παιδί Σου.

Να συγχωρέσει πταίσματα και τ’αμαρτήματά μας,
να οδηγήσει στο καλό κι εμάς και τα παιδιά μας.

ΑΜΗΝ

Τετάρτη 15 Ιουνίου 2011

Η εορτή του Μακαριωτάτου στο Αρχιεπισκοπικό Παρεκκλήσιο του Απ.Παύλου

Την Τετάρτη 15 Ιουνίου ε.ε., ημέρα μνήμης του Οσίου Ιερωνύμου του Πενταγλώσσου, κατά την οποία άγει τα ονομαστήριά του ο Μακαριώτατος, τελέστηκε Θ. Λειτουργία στο Αρχιεπισκοπικό Παρεκκλήσιο του Απ. Παύλου, παρουσία ιεραρχών και του προσωπικού της Ι. Αρχιεπισκοπής.
Λόγω της γενικότερης κοινωνικής κατάστασης ο Μακαριώτατος δεν εόρτασε επίσημα φέτος, ούτε δέχθηκε ευχές από τον κόσμο.

Επιστολή του Υπουργείου Εσωτερικών στην Ι.Σύνοδο για την "Κάρτα του Πολίτη"

Τη διαβεβαίωση ότι η Κάρτα του Πολίτη δεν θα περιλαμβάνει προσωπικά δεδομένα αλλά ούτε και τον αριθμό 666 δίνει, σύμφωνα με πληροφορίες, με έγγραφό της προς τα μέλη της  ειδικής επιτροπής που συνέστησε η Ιερά Σύνοδος και τη ΔΙΣ, η πολιτική ηγεσία του υπουργείου Εσωτερικών. Κατά τις ίδιες πηγές το έγγραφο διαβάστηκε κατά την χθεσινή συνεδρίαση της ΔΙΣ και οι σχετικές ανακοινώσεις θα γίνουν από την Ιερά Σύνοδο μετά την συνεδρίαση της Τετάρτης.

Αν επιβεβαιωθούν οι σχετικές πληροφορίες θα πρόκειται για μια σημαντική εξέλιξη αφού η έγγραφη τοποθέτηση των αρμοδίων  μπορεί να αποτελέσει αφορμή για περαιτέρω συζητήσεις και για να ζητηθούν επιπλέον διευκρινήσεις για την προωθούμενη ρύθμιση.

amen.gr

Ανακοινωθέν της Διαρκούς Ιεράς Συνόδου

http://www.ecclesia.gr/greeknews/default.asp
15/6/2011

Η Ιερά Σύνοδος παρακολουθεί με αγωνία τις εξελίξεις που συντελούνται στο εθνικό, κοινωνικό και οικονομικό γίγνεσθαι και οι οποίες καταπονούν τοaν Ελληνικό Λαό.

Αυτή την ώρα της ευθύνης, η Ιερά Σύνοδος αισθάνεται την υποχρέωση να απευθυνθεί με πατρική αγάπη προς τον Ελληνικό Λαό για να τονίσει και υπογραμμίσει ότι :

Α. Στην κλίμακα των αξιών της ζωής, δεσπόζουσα θέση έχει η αγάπη προς την Πατρίδα. Γι’ αυτό η Ιερά Σύνοδος, εκφράζει την αποδοκιμασία της προς όσους έδρασαν εναντίον των συμφερόντων της Πατρίδος και της ευημερίας του Λαού της, της εθνικής αξιοπρέπειας και του φιλοτίμου των πολιτών.

H Εκκλησία δεν υπηρετεί κόμματα και παρατάξεις. Υπηρετεί με το πνευματικό, κοινωνικό και φιλανθρωπικό έργο της τον Λαό, για τις ανάγκες του οποίου πάντοτε νοιαζόταν και τις οποίες και σήμερα, καθημερινά αγωνίζεται να ικανοποιήσει, στο μέτρο του δυνατού, κάτω από δύσκολες συνθήκες.

Αυτή την αξία της αγάπης προς την Πατρίδα πρέπει να υπηρετήσουμε όλοι, για να αντιμετωπισθούν τα προβλήματα που προέκυψαν.

Β. Ο Λαός μας στο παρελθόν συμπεριφέρθηκε με θαυμαστή ωριμότητα, επιδεικνύοντας κοινωνική αλληλεγγύη, σε δύσκολες φάσεις της ιστορίας του. Σήμερα, περισσότερο από κάθε άλλη φορά, έχουμε ανάγκη από αυτή την αλληλεγγύη για να στηριχθούν οι αδύναμοι, να ανακουφισθούν οι άνεργοι και να μην ολιγοψυχίσουν οι εμπερίστατοι και οι παντοειδώς πληττόμενοι από αυτή την πρωτοφανή κρίση, και ιδίως οι νέοι.

Γ. Οφείλουμε να ατενίζουμε προς το μέλλον με ελπίδα και αισιοδοξία. Όλοι, όσοι έχουν ευθύνη και αρμοδιότητα, επιβάλλεται να διαμορφώσουν τις συνθήκες εκείνες, που θα δώσουν όραμα και ελπίδα για το μέλλον, με τις αρχές της δικαιοσύνης, της αξιοκρατίας και αξιοποιήσεως όλου του υλικού και πνευματικού πλούτου του τόπου.

Δ. Ας μην λησμονούμε ότι Κύριος της ζωής και της ιστορίας είναι και παραμένει ο Ζων και Αληθινός Θεός. Αυτός δεν εγ­κα­τα­λεί­πει τον κό­σμο και κυ­ρίως αυτούς που ελ­πί­ζουν σε Αυ­τόν και του εμ­πι­στεύ­ον­ται τη ζωή τους.
Προς Αυ­τόν στρε­φό­μα­στε, ζη­τών­τας προ­στα­σία και βο­ή­θεια.



Εκ της Δι­αρ­κούς Ιε­ράς Συ­νό­δου

Τρίτη 14 Ιουνίου 2011

O Προφήτης Ελισσαίος και ο Νεεμάν ο Σύρος


Λουκ. 4-27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾿Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾿Ισραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος.



Βασιλειών Δ' 
Καιφάλαιο 5

ΚΑΙ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος. 2 καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ᾿Ισραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν. 3 ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 4 καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς ᾿Ισραήλ. 5 καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα ᾿Ισραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς. 6 καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 7 καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς ᾿Ισραὴλ τὸ βιβλίον, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι. 8 καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ελισαιὲ ὅτι διέρρηξεν ὁ βασιλεὺς ᾿Ισραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· ἱνατὶ διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν ᾿Ισραήλ. 9 καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου ῾Ελισαιέ. 10 καὶ ἀπέστειλεν ῾Ελισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ ᾿Ιορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ. 11 καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν· 12 οὐχὶ ἀγαθὸς ᾿Αβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα ᾿Ισραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ. 13 καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι. 14 καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ ᾿Ιορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα ῾Ελισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη. 15 καὶ ἐπέστρεψε πρὸς ῾Ελισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ ᾿Ισραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. 16 καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε. 17 καὶ εἶπε Ναιμάν· καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ᾿ ἢ τῷ Κυρίῳ μόνῳ· 18 καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμὰν προσκυνῆσαι ἐκεῖ καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμάν, καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ. 19 καὶ εἶπεν ῾Ελισαιὲ πρὸς Ναιμάν· δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ� αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς. 20 καὶ εἶπε Γιεζὶ τὸ παιδάριον ῾Ελισαιέ· ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι ἀπ᾿ αὐτοῦ τι. 21 καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν, καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν· εἰρήνη· 22 ὁ κύριός μου ἀπέστειλέ με λέγων· ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους ᾿Εφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς. 23 καὶ εἶπε· λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ. καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ. 24 καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλε τοὺς ἄνδρας. 25 καὶ αὐτὸς εἰσῆλθε καὶ παρεστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν ῾Ελισαιέ· πόθεν, Γιεζί; καὶ εἶπε Γιεζί· οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. 26 καὶ εἶπε πρὸς αὐτὸν ῾Ελισαιέ· οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας· 27 καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.


Απόδοση απο Βίβλος Εικονογραφημένη 
Β. Μουστάκη- Ι.Τιμαγένους 
Εκδόσεις Ι.Σιδέρης

Την εποχή του Ελισσαίου ζούσε ένας σπουδαίος στρατηγός του βασιλιά της Συρίας ο Νεεμάν. Αυτός έσωσε πολλές φορές τη Συρία από πολέμους. Ήταν λοιπόν πανίσχυρος αλλά άρρωστος. Έπασχε από φοβερή αρρώστια. Ήταν λεπρός. Αυτή η αρρώστια δύσκολα θεραπεύεται και σήμερα , όταν είναι στα πρώτα μόνο στάδια, αλλιώς είναι αγιάτρευτη. Τότε, λοιπόν , η κακή αυτή αρρώστια ήταν αγιάτρευτη σε όλα τα στάδιά της. Μία μέρα η μικρή υπηρέτρια του Νεεμάν, που του την είχαν φέρει οι στρατιώτες αιχμάλωτη από το Ισραήλ, λέει στην κυρία της:« Μακάρι να ήταν ο κύριό μου, ο Νεεμάν, στη Σαμάρεια που είναι ο προφήτης. Αυτός θα τον γιάτρευε από τη λέπρα».
Όταν το έμαθε ο Νεεμάν, πήγε στο βασιλιά και του είπε τα νέα που έμαθε από τη μικρή Ισραηλίτισσα.
« Να πας» , του είπε ο βασιλιάς της Συρίας, « κι εγώ θα στείλω και γράμμα στο βασιλιά του Ισραήλ».
Αναχώρησε , λοιπόν, ο Νεεμάν με δώρα και χρήματα και με την επιστολή και έφτασε στο Ισραήλ. Ο βασιλιάς του Ισραήλ, μόλις έλαβε το γράμμα, έσκισε τα ρούχα του.
«Τι είμαι εγώ, Θεος να σε θεραπεύσω; Μήπως ο βασιλιάς σου ζητάει πρόφαση;»είπε
Μόλις τα έμαθε ο Ελισσαίος αυτά, έστειλε μήνυμα προς το βασιλιά και είπε:
« Γιατί έσκισες τα ρούχα σου; Στείλ' τον σ' εμένα, για να μάθει ότι υπάρχει προφήτης στο Ισραήλ».
Τότε ο Νεεμάν με την ακολουθία και τα δώρα του πήγε στο σπίτι του προφήτη. Ο Ελισσαίος του παράγγειλε να πάει αμέσως και να λουστεί εφτά φορές στον Ιορδάνη και θα θεραπευτεί. Ο Νεεμάν θύμωσε πολύ και έφυγε λέγοντας:
« Εγώ περίμενα πως ο προφήτης θα έρθει να με συναντήσει και πως θα προσευχηθεί στο Θεό του και ότι θα βάλει το χέρι του στην άρρωστη σάρκα μου, για να με θεραπεύσει. Ο Αβάνα και ο Φαρφάρ, οι ποταμοί της Δαμασκού , είναι καλύτεροι από τα νερά του Ισραήλ. Μπορούσα να λουστώ σ' αυτούς και να καθαριστώ τελείως απ' τη λέπρα» .
Αμέσως όμως τον πλησίασαν οι δούλοι του και του είπαν:
«Πατέρα, αν ο προφήτης, για να σε καθαρίσει, σου' λεγε να κάνεις κάτι δύσκολο, θα το έκανες για χάρη της υγείας σου. Τώρα που σου λέει να λουστείς γιατί δεν το κάνεις;»
Άκουσε ο Νεεμάν τους δούλους του και λούστηκε εφτά φορές στον Ιορδάνη και το θαύμα έγινε. Η λέπρα έπεσε αμέσως από το κορμί του και ο Νεεμάν έγινε καλά.
Επέστρεψε τότε στον προφήτη και του είπε:
« Τώρα έμαθα πως σ' όλη τη γη δεν υπάρχει θεός, παρά μόνο ο Θεός του Ισραήλ. Τώρα λοιπόν, σε παρακαλώ δέξου τα δώρα μου» .
Ο Ελισσαίος όμως δε δέχτηκε τίποτα και είπε:
« Ζεί ο Θεός και είναι πάντα παρών. Δε δέχομαι δώρα»
Ο Νεεμάν τον παρακαλούσε να δεχτεί, αλλ' αυτός δεν ήθελε.
«Σε παρακαλώ», είπε τότε ο Νεεμάν, «ας μου δοθούν δυο φορτώματα απ' το χώμα αυτής της γης, γιατί δεν θα κάνω πια θυσίες σ' άλλους θεούς παρά μόνο στον αληθινό Θεό. Ζητώ μόνο την άδειά σου, για να βοηθώ το βασιλιά μου να πηγαίνει στο δικό του ναό να προσφέρει εκείνος τις θυσίες του» .
«Πήγαινε», είπε ο Ελισσαίος , «η ειρήνη να είναι μαζί σου».
Έφυγε αμέσως ο Νεεμάν υγιής και ευχαριστημένος.
Μόλις έφυγε ο Νεεμάν, ο υπηρέτης του Ελισσαίου, Γιεζεί, είπε μόνος του:« Ο κύριος μου ο Ελισσαίος δε θέλησε να πάρει τίποτα απ' τα δώρα που του 'φερε ο Νεεμάν. Εγώ όμως θα τρέξω αμέσως να τον προφτάσω και κατι θα μου δώσει»;
Έτρεξε , λοιπόν , ο Γιεζεί και πρόφτασε τον Νεεμάν. Μόλις ο Νεεμάν είδε τον υπηρέτη του προφήτη να τρέχει πίσω του, κατέβηκε απο το αμάξι του και ρώτησε:
«Είστε καλα»;
Καλά , απάντησε ο Γιεζει,«μ' έστειλε ο κύριος μου να σου πω πως ήρθαν απ' τον όρος Εφραίμ δυο γιοι προφητών .Σε παρακάλω, δώσε του δυο φορεσιές και λίγα χρήματα».
« Ευχαρίστως. Είπε ο Νεεμάν. Να πάρεις αμέσως και περισσότερα μάλιστα χρήματα».
Τα φόρτωσε όλα σε δυο δούλους του ο Νεεμάν και τους έστειλε μαζί με τον Γιεζεί.
Μόλις έφτασαν στο Οφήλ, τα πήρε όλα ο Γιαζεί και τα φύλαξε στο σπίτι του και έστειλε πίσω τους δούλους του Νεεμάν. Αυτός ήρθε στον Ελισσαίο.
« Από του έρχεσαι , Γιεζεί; »τον ρώτησε ο προφήτης.
«Πουθενά δεν πήγα, απάντησε αυτός».
Νομίζεις πως δε σε παρακολούθησα σ' αυτά που έκανες; Είναι καιρός για να μαζεύεις χρήματα και φορεσιές και χωράφια και αμπέλια και πρόβατα και βόδια και δούλους και δούλες; Γι' αυτό η λέπρα του Νεεμάν θα κολλήσει πάνω σε σένα και στους απογόνους σου αιώνια.
Ο Γιεζεί έφυγε από τον προφήτη γεμάτος λέπρα.




Κυριακή 12 Ιουνίου 2011

Ο ΤΡΕΛΟΓΙΑΝΝΗΣ- ΕΝΑΣ ΑΓΙΟΣ " ΤΡΕΛΟΣ " ΣΤΗΝ ΚΑΡΔΙΑ ΤΗΣ ΑΘΗΝΑΣ....


Η κατά Χριστόν σαλότητα, αποτελούσε ως γνωστό πάντοτε ένα από τα πιο όμορφα κεφάλαια στο πολυάριθμο Συναξάρι των Αγίων μας στην Ορθόδοξη Εκκλησία.  Ένα λιθαράκι επιπλέον σ’ αυτό το κεφάλαιο αποτελεί και η ιστορία που μας αφηγήθηκε ένας ταπεινός λευϊτης του ευαγγελίου, που ζει στα ευλογημένα βουνά των Αγράφων.
Η αφήγηση του αφορούσε έναν σύγχρονο κατά Χριστό σαλό, που έζησε σε μία από τις απρόσωπες, απρόσιτες και αποξενωμένες γειτονιές της Αθήνας.
Ο τρελό –Γιάννης, αυτόν αφορά η αφήγηση του, ζούσε σε μία φτωχική γκαρσονιέρα που κληρονόμησε από τη μητέρα του σε μία πολυκατοικία 20 συνολικά διαμερισμάτων. Εργαζόταν στο φούρνο της γειτονιάς του και έπιανε δουλειά ξημερώματα. Από το φούρνο που εργαζόταν συνήθιζε να γεμίζει δυό σακούλες με ψωμιά και κουλούρια καθημερινά και έτρεχε να τα μοιράσει σε γέροντες, γερόντισσες και φοιτητές στη γειτονιά του. 
«Να είπα να σας φέρω λίγο ζεστό ψωμί, δώρο του κυρ -Αποστόλη του φούρναρη για να τον μνημονεύετε στις προσευχές σας», έλεγε. Η αλήθεια ήταν ότι ο τρελό -Γιάννης διέθετε κάθε μήνα ένα μεγάλο μέρος του μισθού του για την τροφοδοσία σε ψωμί των φτωχών της γειτονιάς του. Στον κυρ-Αποστόλη έλεγε πως εξυπηρετεί λίγους φίλους αρρώστους και πως τάχα πληρώνεται για αυτό...
Πώς γνώριζε όμως, τους φτωχούς της γειτονιάς του; 
Είχε λοιπόν τη συνήθεια να χτυπά αδιάκριτα τα κουδούνια...

Παρασκευή 10 Ιουνίου 2011

Όσιοι Θεοφάνης και Πανσέμνη

Εορτάζουν στις 10 Ιουνίου εκάστου έτους.
Eις τον Θεοφάνη.
O Θεοφάνης ετρυγήθης εκ βίου,
Θεώ φανείς πέπειρος ως ειπείν βότρυς.

Eις την Πανσέμνην.
Eι και θανούσης εκλαθοίμην Πανσέμνης,
Kαι Xριστός αυτός ευθύς εκλάθοιτό μου.
Βιογραφία
Ο Όσιος Θεοφάνης καταγόταν από την Αντιόχεια, και γεννήθηκε από γονείς ειδωλολάτρες. Σε ηλικία μόλις 15 χρονών, παντρεύτηκε και μετά τρία χρόνια έγγαμης ζωής, η σύζυγός του πέθανε. Αυτός τότε αποσύρθηκε σ' ένα μικρό κελί, αφού πρώτα κατηχήθηκε και βαπτίστηκε χριστιανός, και εκεί ζούσε ζωή οσία. Έμαθε όμως ότι κάποια πόρνη, Πανσέμνη ονομαζόμενη, παρέσυρε πολλούς στο θάνατο της αμαρτίας. Έβγαλε λοιπόν τα φτωχικά του ρούχα, ντύθηκε λαμπρή φορεσιά και πήγε στον πατέρα του. Του είπε ότι θέλει να ξαναπαντρευτεί και γι' αυτό χρειαζόταν χρήματα. Ο πατέρας του χάρηκε και του έδωσε αρκετά χρυσά νομίσματα για τους γάμους του. Ο Θεοφάνης μόλις πήρε το χρυσό, πήγε και βρήκε την ωραία Πανσέμνη. Αφού έφαγαν και ήπιαν μαζί, τη ρώτησε αν θέλει να γίνει γυναίκα του, με την προϋπόθεση όμως να γίνει χριστιανή. Η Πανσέμνη διέκρινε ότι, αυτός δεν ήταν σαν τους συνηθισμένους εραστές και τα λόγια του είχαν μιλήσει στην καρδιά της. Με χαρά λοιπόν μοίρασε τα υπάρχοντα της στους φτωχούς, βαπτίστηκε χριστιανή και έζησε με τον όσιο Θεοφάνη σ' ένα διπλανό κελί. Μετά 15 μήνες, πέθαναν ειρηνικά και οι δύο μαζί.

http://www.saint.gr/541/saint.aspx#

Ιστορία Μετάνοιας

ΑΡΧΙΜΑΝΔΡΙΤΟΥ Λ.Μ.Γ

Απο το βιβλίο Αδελφοί Καραμαζώφ

Ένας δούλος σκότωσε μια πλούσια κυρία, πήρε την περιουσία της, τα χρυσαφικά της και εξαφανίστηκε. Έγιναν συλλήψεις, ανακρίσεις, ενοχοποιήθηκε κάποιος αθώος και καταδικάστηκε σε ισόβια δεσμά. Ο κλέφτης πήγε σε άλλη περιοχή, άλλαξε το όνομά του και με τα πλούτη που κατείχε έκανε επιχειρήσεις. Κέρδισε και πλούτισε, κι από τα κέρδη του σκόρπιζε στους φτωχούς. Είχε βαθειά μετανοιώσει για το έγκλημά του. Έφτειαξε ιδρύματα, φτωχοκομεία, οικοτροφεία, σπουδαία έργα, και όλοι τον είχαν για άγιο. Ποτέ δεν πέρασε από τη σκέψι κανενός, ότι αυτός ο μεγάλος ευεργέτης ήταν εκείνος ο εγκληματίας και κλέφτης. Μέσα του όμως κάτι τον κατέτρωγε μέρα -νύχτα. «Αλλοίμονό σου! Είσαι εγκληματίας, είσαι κλέφτης». Τί κι αν όλοι τον είχαν για άγιο; Ο ίδιος μέσα του καιγόταν. Άνοιγε εκκλησίες έκανε λειτουργίες..., μα μέσα του είχε φωτιά. Πέρασαν χρόνια. Δεν μπόρεσε να κατασιγάση αυτή την ανησυχία. Δεν μπόρεσε ν' απαλλαγή από τον σκορπιό που κατέτρωγε τα σπλάχνα του μέρα - νύχτα. Έπειτα από καιρό πολύ, αφού δεν μπόρεσε να βρη ησυχία, πήγε στον πνευμα­τικό. γονάτισε και εξωμολογήθηκε.
-Πάτερ μου, λέει, μην τρομάξης μ' αυτά που θα σου πω. Γιατί μ' έχεις κ' εσύ για άγιο. Εγώ είμαι ο τάδε εγκληματίας και κλέφτης.
-Τί λες, παιδί μου! Δεν μπορώ να το πιστέψω.
-Ναι. Έτσι κ' έτσι κ' έτσι έγιναν τα πράγματα. Σε παρακαλώ να μου διαβάσης μια ευχή, γιατί από τότε δεν είδα άσπρη μέρα. Ποτέ δεν χάρηκα. Είμαι δυστυχισμένος άνθρωπος, τραγικός. Θέλω να με συχω­ρέση ο Θεός.
Τότε ο πνευματικός του είπε.
-Για να σε συγχωρήσω, παιδί μου, πρέπει να καταγγείλης τον εαυτό σου. Ο κόσμος πρέπει να μάθη την αλήθεια. Κάποιος αθώος σαπίζει στη φυλακή αντί για σένα. Πρέπει λοιπόν να κατηγορήσης τον εαυτό σου δημοσίως, για να μάθη ο κόσμος την αλήθεια και ο αθώος να ελευθερωθή. Αν δεν το κάνης αυτό, δεν μπορώ κ' εγώ να σε συγχωρήσω, δεν έχω το δικαίωμα.
Πήρε μια προθεσμία. Στέναξε, έκλαψε, και κατόπιν πήγε πάλι στον πνευματικό και είπε.
-Πάτερ μου, δος μου την ευχή σου. Αποφάσισα να κάνω ό,τι μου είπες.
Κάλεσε λοιπόν σ' ένα συμπόσιο, όπως καλούσε πάντοτε, μικρούς και μεγάλους. Όλοι έπιναν στην υ­γειά του. Και τότε, στη μέση της συνεστιάσεως, σηκώθηκε και είπε.
-Εσείς που με περνάτε για άγιο, φτύστε με αυτή τη στιγμή κιόλας, γιατί είμαι ένα κάθαρμα.
Νόμισαν ότι τρελλάθηκε.
-Όχι, το μυαλό μου λειτουργεί αυτή την ώρα καλύτερα από κάθε άλλη φορά. Είμαι ο τάδε εγκληματίας, λέει και δίνει τα διαπιστευτήρια απ' όπου φάνηκε το πρώτο του όνομα.
Στη συνέχεια οδηγείται στην εισαγγελία κι από 'κει στις φυλακές, ενώ από το άλλο κελλί απελευθερώνεται ο αθώος.
Μετά από λίγες μέρες ο πνευματικός παίρνει ένα γράμμα.
«Σεβαστέ μου πάτερ, εξετέλεσα τη συμβουλή σου. Την ώρα που έκλεινε η πόρτα της φυλακής κ' έμενα μόνος σ' ένα υγρό και σκοτεινό υπόγειο, νόμιζα πως άνοιγε για μένα ο παράδεισος. Η χαρά που νιώθω τώρα δεν περιγράφεται. Την ειρήνη που βρήκα δεν μπορώ να σας την παραστήσω. Τώρα είμαι ευτυχής. Τί να τα κάνω όλα εκείνα που είχα τότε, τα εξωτερικά, όταν μέσα μου είχα κόλασι μέρα - νύχτα; Ευχαριστώ τον Θεό, που έτσι με λυτρώνει από το έγκλημά μου. Ευχα­ριστώ κ' εσένα, πάτερ μου, που έγινες το όργανο του Θεού και με ωδήγησες σε τέτοια χαρά και ειρήνη».

Ρήγας Νικολαΐδης

«Στις αρχές του αιώνα μας ο καθηγητής της Ιατρικής Σχολής του Πανεπιστημίου Αθηνών Ρήγας Νικολαΐδης δίδασκε απροκάλυπτα τον υλισμό. Το έτος όμως 1927 την Μ. Παρασκευή εθεάθη ο καθηγητής στην περιφορά του Επιταφίου του Αγίου Διονυσίου του Αρεοπαγίτου και το επόμενο έτος 1928 στην περιφορά του Επιταφίου του Μητροπολιτικού Ναού των Αθηνών. Στην δεύτερη περίπτωσι τον περικύκλωσαν φοιτητές του και στην εύλογη ερώτησί τους «Πώς συμβιβάζεται, κύριε καθηγητά, η όλη από έδρας διδασκαλία σας περί υλιστικής θεωρίας της εξελίξεως των όντων με την αποψινήν παρουσίαν σας εις την θρησκευτικήν αυτήν εκδήλωσιν της προς τον Θεόν λατρείας;» ο καθηγητής απάντησε" «Και όμως, κύριοι, εις το θείον δράμα και την επακολουθήσασαν Ανάστασιν του Κυρίου ευρίσκεται η αλήθεια της ζωής». Όταν αργότερα ασθένησε ο καθηγητής και βρέθηκε στο αρχαιότερο θεραπευτήριο της χώρας μας, τον «Ευαγγελισμό», ζήτησε να εξομολογηθή και να κοινωνήση των Αχράντων Μυστηρίων. Σε ερώτησι φίλων και συναδέλφων του, πώς άλλαξε νοοτροπία και τρόπο ζωής, ο Ρήγας Νικολαΐδης απάντησε" «Μία θρησκεία, η οποία αυτή και μόνη άνευ σπουδών, άνευ ανωτέρας τάξεως περιβάλλοντος... φέρει μίαν απλήν χωρικήν (πρόκειται για την ευλαβική υπηρέτριά του Μαριγώ) εις τόσον υψηλόν επίπεδον ορθής κρίσεως, τελείας αρετής..., αυτή είναι η ανωτέρα, αυτή είναι η επιστήμη η χρήσιμος»» (αρχιμ. Ηλία Μαστρογιαννοπούλου, Επιστροφές, Αθήναι 1970, σ. 21-27. βλ. και βιβλίο Το Θεανδρικό Πρόσωπο, Αθήναι 1990, σελ. 191-192).

Ηλίας Παναγουλάκης

«Εγεννήθη εν Καλάμαις τη 14-7-1873. Γράμματα δεν έμαθε. Μόλις ηδύνατο να αναγινώσκη και να γράφη. Μέχρις ηλικίας 30 ετών ήτο οργανοπαίκτης και διετήρει μικρόν ταβερνείον πλησίον του Ναού του Αγ. Νικολάου. Εκεί συνεκεντρούτο όλης της πόλεως η αλητεία, της οποίας ήτο ο αρχηγός και εις την οποίαν επεβάλλετο ισχυρώς. Έζη βίον άσωτον και ακόλαστον. Ουδένα υπελόγιζε και ουδένα εφοβείτο. Ήτο ικανός να απειλήση και να δείρη εκ της πλέον α­σημάντου αφορμής.

Εν έτει 1902 απέθανεν εις εκ των στενών φίλων αυτού. Ο Παναγουλάκης μεταβαίνει εις την κηδείαν και παρακολουθεί αυτήν μετά προσοχής. Το ρητόν του Ευαγγελίου "μεταβέβηκεν εκ του θανάτου εις την ζωήν" δημιουργεί εις αυτόν συγκλονισμόν. Ερωτά πλήρης αγωνίας τους επιτρόπους του Ναού "αν υπάρχη άλλη ζωή" και αυτοί, άνθρωποι ευσεβείς, κατηχούν αυτόν δεόντως. Ήδη είνε αιχμάλωτος της Θείας Χάριτος. Φρικιών διά τας προτέρας ασωτίας, μεταβαίνει εις Ιερέα εξομολόγον (εις τον Ιερομόναχον Γλυμάνον της Μονής Βελανιδιάς), εξομολογείται εν συντριβή τας αμαρτίας αυτού και παρέχει την υπόσχεσιν ότι του λοιπού θα ζήση υποδειγματικόν χριστιανικόν βίον. Ακολούθως εκποιεί πάντα τα αντικείμενα του ταβερνείου και καλύπτει διά μαύρων παραπετασμάτων ολόκληρον το δωμάτιον αυτού. Επισκέπτεται όσους προηγουμένως είχεν αδικήσει και ζητεί γονυπετής συγγνώμην. Αποφασίζει δε να ζήση ως ασκητής.
 Μετά ολιγόμηνον παραμονήν εις Μάνην, επανέρχεται εις Καλάμας και εκεί καταλύει αρχικώς εις εν κελλίον πλησίον του ναΐσκου της Αγίας Άννης, μετ' ολίγον δε εις έτερον, πλησίον του Κοιμητηρίου Καλαμών, όπου σήμερον το παλαιοημερολογιτικόν "Ασκητήριον Παναγουλάκη". Εκεί, χωρίς να καρή Μοναχός, έζησε βίον προσευχής και σκληροτάτης ασκήσεως επί 15ετίαν. Έλαιον κατέλυε μόνον κατά Σάββατον και Κυριακήν. Κρέας, ιχθύς και γαλακτώδη ουδέποτε. Καθ' εκάστην Τετάρτην και Παρασκευήν διετέλει εν απολύτω ασιτία. Κλίνην δεν είχεν. Εκοιμάτο ελαχίστας ώρας επί σανίδος κατά γης. Επειδή απεφά­σισαν να μείνουν μετ' αυτού και τινες άλλοι νέοι, έκτισε, τη οικονομική αρωγή ευσεβών προσώπων, ολίγα κελλία ακόμη, πολύ μικρά. Η θύρα αυτών ήτο τόσον στενή, ίνα υπενθυμίζη την "στενήν πύλην" του Ευαγγελίου, ώστε εισήρχετό τις εις αυτά μόνον πλαγίως. Εκήρυττεν, εις τα συρρέοντα εκ της πόλεως άτομα, καθ' εκάστην Κυριακήν και εορτήν τον λόγον του Θεού. Εις το απέριττον οίκημα, όπου εκήρυττεν, υπήρχε κρεμάμενος ανθρώπινος σκελετός προς συνεχή υπόμνησιν της ματαιότητος των εγκοσμίων. Το απλούν και άτεχνον, αλλ' εκ καρδίας ζώσης εν Χριστώ εξερχόμενον, κήρυγμα του Παναγουλάκη ανεγέννησε πλήθος ανθρώπων. Η αγιότης του ανδρός είλκυε πολλούς προς αυτόν. Παρά τους πόδας του αγραμμάτου αυτού ασκητού εμαθήτευσαν, παιδία τότε, εργάται μετέπειτα του Ευαγγελίου, ως ο Αρχιμ. Ιωήλ Γιαννακόπουλος, ο Αρχιμ. Χρυσόστομος Παπασαραντόπουλος και άλλοι πολλοί. Ήτο τόση η σαγηνευτική δύναμις των απλών λόγων του Παναγουλάκη, ώστε ο τότε συνταγματάρχης Καλάμων απηγόρευσε την εις το Ασκητήριον αυτού φοίτησιν στρατιωτών, διότι ούτοι, καθ' ομάδας μεταβαίνοντες εκεί και επηρεαζόμενοι εκ των κηρυγμάτων, ηρνούντο να λάβουν τροφάς περιεχούσας έλαιον κατά τας νηστίμους ημέρας.

Προσβληθείς εκ βαρείας μορφής φυματιώσεως ο Παναγουλάκης, ηναγκάσθη περί τα τέλη του βίου αυτού να λάβη ζωμόν κρέατος, υπείκων εις τας παρα­κλήσεις των ιδίων μαθητών. Εκοιμήθη εν Κυρίω τη 17-1-1917 και εκηδεύθη πανδήμως. Τα οστά αυτού ευρίσκονται εν τω μνημονευθέντι Ασκητηρίω. Αφήκε φήμην ανδρός αγίου. Αυτόπται και αυτήκοοι μάρτυρες, λίαν αξιόπιστοι, αφηγούνται περιστατικά, πείθοντα ότι ήτο ηξιωμένος προορατικού χαρίσματος» (αρχιμ.  Επιφανίου  Θεοδωροπούλου,  άρθρο  στην Θρησκευτική και Ηθική Εγκυκλοπαίδεια, τόμ. Θ', στ. 1117).