'' Παναγία Θεοτόκε, τον χρόνον της ζωής μου, μη εγκαταλίπης με`
ανθρωπίνη προστασία, μη καταπιστεύσης με,
αλλ`αυτή αντιλαβού, και ελέησόν με .
∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα, ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν. Ἐτρώθημεν τῇ ἁμαρτίᾳ· ἰαθῶμεν τῇ μετανοίᾳ· διὰ τῆς ἁμαρτίας ὁ διάβολος ἔτρωσε· διὰ τῆς μετανοίας ὁ Χριστὸς ἐθεράπευσεν· ἐκεῖνος διὰ τῆς ἁμαρτίας τὰς ῥίζας κατεβάλετο· ὁ Κύριος πρόῤῥιζον τὴν ἁμαρτίαν τῇ ἀξίνῃ τῆς μετανοίας ἐξέτεμεν.
Ἰδοὺ γὰρ, φησὶν, ἡ ἀξίνη ἐπὶ πᾶν δένδρον κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὁ διάβολος τὴν ἁμαρτίαν ὡς ζιζάνιον ἔσπειρε· ὁ Χριστὸς τῇ δρεπάνῃ τῆς μετανοίας τὴν ζιζανιώδη ἁμαρτίαν ἀπέκειρε. Κακὸν πάθος ἡ ἁμαρτία, ἀλλὰ καλὸν πρᾶγμα ἡ μετάνοια. Φύγωμεν τοίνυν τὴν φοβερὰν, καὶ στέρξωμεν τὴν ποθεινήν. ∆ι' ἁμαρτίας ὁ διάβολος εἰς τὴν γέενναν ὁδηγεῖ· διὰ μετανοίας ὁ Χριστὸς εἰς τὴν βασιλείαν χειραγωγεῖ.
Ἥμαρτες;
Ἡσύχασον· οὐ γὰρ τὸ ἁμαρτεῖν τοσοῦτον δεινὸν, ἀλλὰ τὸ ἐμμεῖναι τῇ ἁμαρτίᾳ κακόν· τὸ μὲν γὰρ ἀπολογίαν ἔχεται, τὸ δὲ ἀσύγγνωστον τιμωρίαν ἀποφέρεται.
Ἐπεὶ καὶ ὁ Πέτρος ἀρνησάμενος ἥμαρτε, καὶ Παῦλος διώκων τὸν Χριστὸν παρηνόμησε, καὶ ∆αυῒδ μοιχείαν καὶ φόνον ἐργασάμενος, ἄξια θανάτου ἔπραξεν.
Ἀλλ' εἰ καὶ ὡς ἄνθρωποι ἥμαρτον, ἀλλ' ὡς ἅγιοι μετενόησαν· καὶ εἰ ἀπροόπτως τοῖς δικτύοις τῆς ἁμαρτίας περιέπεσαν, ἀλλὰ τὴν λύμην τῆς ἀπιστίας ἐκ τῶν τῆς διανοίας ὀφθαλμῶν ἀφελόμενοι, προσέδραμον τῇ μετανοίᾳ, ἵνα δι' αὐτῆς τὴν ἄφεσιν τῶν πλημμελημάτων ἀπενέγκωνται.
∆εῦτε οὖν, καὶ ἡμεῖς προσδράμωμεν τῇ μετανοίᾳ. Εἰ γὰρ καὶ ἐφόρτισεν ἡμᾶς ὁ διάβολος τῇ ἁμαρτίᾳ, ἀλλὰ κουφίζει ἡμᾶς ὁ Κύριος Ἰησοῦς Χριστὸς, ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, τῇ μετανοίᾳ τὸ φορτίον τῆς ἁμαρτίας εἰς ἑαυτὸν ἀναδεχόμενος·
Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ διάβολος γὰρ τὴν ἁμαρτίαν τοῖς ἀνθρώποις ἐπέθηκεν· ὁ Κύριος τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἀνέλαβεν. Ἐκεῖνος ἔδωκε τὴν ἁμαρτίαν, ἵνα τῆς ἁμαρτίας ἕνεκεν ἀπολέσῃ τὸν ἄνθρωπον· ὁ Κύριος ἔλαβε τὴν ἁμαρτίαν, ἵνα τῆς ἀνθρωπίνης φύσεως ἐλευθερώσῃ τὸ ἀτόπημα.
Πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας φοβερὸς ἦν ὁ διάβολος, πρὸ τοῦ σταυροῦ ἀφόρητος ἦν ἡ ἁμαρτία· ὁ δὲ σταυρὸς νῦν ἔθλασε τῆς ἁμαρτίας τὰ κέντρα· φανεὶς ἐπὶ γῆς ὁ Κύριος Ἰησοῦς, ὡς ἀστραπὴν ἐπὶ τὸ τῆς γῆς χωρίον τὸν διάβολον κατέπαυσεν· Εἶδον γὰρ, φησὶ, τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
Ὁ θάνατος τοῦ Χριστοῦ ἐλυμήνατο τοῦ θανάτου τὴν βασιλείαν. Εἰ γὰρ καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος· ἀλλ' ὅμως μετὰ τὸν θάνατον τοῦ Κυρίου παίγνιον καὶ νηπίοις γέγονεν ὁ θάνατος.
∆ιὸ πάντες μετὰ τὴν τοῦ Χριστοῦ ἀνάστασιν ἐπικερτομοῦντες τοῦ θανάτου τὸν τῦφον, λέγομεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Πρὸ τοῦ σταυροῦ καὶ ἡ τοῦ ὄφεως συμβουλὴ θάνατον ἔπνεε· μετὰ δὲ τὸν σταυρὸν, μετὰ τὰ πάθη τοῦ Χριστοῦ, ἰδοὺ καὶ πρεσβῦται καὶ γυναῖκες, μείρακές τε καὶ ἔφηβοι, ὥσπερ ληνοβάται βοτρύων, οὕτω καὶ αὐτοὶ πατοῦσιν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Ταῦτα ἔφην, ἵνα δείξω τῆς ἁμαρτίας τὴν πτῶσιν, καὶ τῆς μετανοίας τὴν δύναμιν. Μὴ ὀξύνῃς οὖν καθ' ἑαυτοῦ τῆς ἁμαρτίας τὸ κέντρον, μὴ ἡ σὴ ῥᾳθυμία ἀκόνη γένηται τῆς ἁμαρτίας. Οὐ κατακρίνῃ ὅτι ἥμαρτες, ἀλλὰ τιμωρῇ ὅτι ἁμαρτήσας οὐ μετενόησας. Ὥσπερ γὰρ τὴν ἀσθένειαν τοῦ σώματός σου γινώσκων ὁ Κύριος, τὴν ἰατρικὴν ἐπιστήμην τοῖς ἀνθρώποις ἐπέτρεψε, καὶ πόας πρὸς τὴν ἰατρείαν ἁρμοζούσας τὴν γῆν βλαστάνειν ἐποίησεν· οὕτω καὶ τῆς ψυχῆς εἰδὼς τὸ εὐόλισθον, καὶ τῆς ἁμαρτίας τὰ τραύματα, ὡς ἀλεξητήριον ψυχῶν, τὴν μετάνοιαν ἔδωκε, καὶ ταῖς θείαις καὶ πνευματικαῖς βίβλοις τὰς τῆς μετανοίας ἀφορμὰς ὥσπερ βοτάνας ἐνέθηκεν, ἵνα ἕκαστος ἡμῶν ἐντεῦθεν ἔχων τῆς ἰατρείας τὸ ἔμπλαστρον, φύγῃ τὸ πάθος, ἐπιθεὶς ἑαυτῷ διὰ τῆς πίστεως. Ἀλλὰ μὴ μέχρι ῥημάτων στῇ ἡμῶν ἡ μετάνοια· ἄτοπον γὰρ διὰ ῥημάτων μὲν ὑφαίνεσθαι τὴν μετάνοιαν, διὰ πραγμάτων δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
Ὁμολόγησόν σου τὰ πλημμελήματα, ἄνθρωπε, ἐξαγόρευσόν σου τὴν ἁμαρτίαν, ἵνα λάβῃς σου τὴν ἄφεσιν τῆς ἁμαρτίας.
Ἐξαγορεύων, τῆς ἀφέσεως τῶν πλημμελημάτων δέχῃ τὴν δωρεάν. Μάρτυς ἱκέσθω ∆αυῒδ ὁ λέγων· Εἶπα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
Νῦν ἐὰν εἴπῃς σου τὸ πλημμέλημα, εὑρίσκεις σου τὴν συγχώρησιν· φιλανθρωπίας γὰρ ὁ παρὼν καιρός· ἐν δὲ τῷ μέλλοντι αἰῶνι καὶ θρηνῶν ἀνόνητα θρηνήσεις, καὶ μεταμελόμενος οὐκ ἀπολαύσεις τῆς συγχωρήσεως.
Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Εἰ δὲ καὶ ἐξομολογήσῃ τὸ πλημμέλημα τότε, ὠφελήσεις σαυτὸν οὐδέν. Καὶ γὰρ ὁ πλούσιος ὁρῶν τοῦ Λαζάρου τὴν ἔνδειαν εἰς εὐθηνίαν μεταβληθεῖσαν, καὶ τὴν ἑαυτοῦ περιουσίαν εἰς ἄπειρον πτωχείαν καταπεσοῦσαν, ἔστενε μὲν, οὐκ ἠλεεῖτο δέ· ἐθρήνει καὶ ὠδύρετο, ἀλλ' οὐκ ἀπήλαυσε παρακλήσεως· ἐζήτει ἔλεον, ἀλλ' οὐκ ἔλαβεν, ἐπειδὴ καὶ αὐτὸς αἰτούμενος, μεταδοῦναι οὐκ ἤθελεν.
Ἐπλούτησεν ὧδε, ἀλλ' ἐπτώχευσεν ἐκεῖ· ὧδε μεγάλα ἐφύσα ἐπὶ πλούτῳ, ἐκεῖ ἐλεεινὰ ἐφθέγγετο ἐπὶ πενίᾳ· ὧδε οἴνων εἶχε χειμάῤῥους καὶ μύρων πηγὰς, ἐκεῖ καὶ σταγόνα ὕδατος ζητῶν οὐκ ἐλάμβανεν, ἀλλ' ὧδε κἀκεῖσε περιέῤῥει, ὑπὸ τοῦ ἀΰλου πυρὸς κατατηκόμενος.
Προσδράμωμεν οὖν καὶ ἡμεῖς τῇ μετανοίᾳ· μετανοίας γὰρ καιρός· σβέσωμεν τῆς ἁμαρτίας τὴν φλόγα τῇ δρόσῳ τῆς μετανοίας· μὴ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ προσχὼν, ἀμεταμέλητον κτήσῃ καρδίαν· μή σου σκληρύνῃ τὴν γνώμην ἡ τοῦ Θεοῦ χρηστότης. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἀγείρει καὶ ἄγει.
Ὅρα οὖν μὴ κατὰ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίσῃς σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Ἥμαρτες; Μετανόησον· μὴ διὰ τῆς ῥᾳθυμίας ἀνίατον σεαυτῷ τὸ πάθος ποιήσῃς. Σκότος ἀλλοιοῦται, φωτὸς φανέντος· καὶ ἁμαρτία ἀφανίζεται, μετανοίας ὀφθείσης.
Γεωργὸς ἑαυτοῦ γένου· ὡς ζιζάνιον ἔκτιλον τὴν ἁμαρτίαν, ὡς ἄκανθαν θέρισον τὴν παρανομίαν, ὡς ἀγριελαίου κλάδον, ὡς ἀνήμερον καὶ ἄκαρπον φυτὸν ἔκκοψον τὴν ἁμαρτίαν.
Χαίρουσι δαίμονες ἁμαρτίαν ὁρῶντες, ἀγάλλονται ἄγγελοι μετάνοιαν καθορῶντες.
Εὐφραίνονται γὰρ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ, κατὰ τὴν κυριακὴν φωνὴν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Μὴ γυμνώσῃς σαυτὸν, ἄνθρωπε, μὴ ῥίπτῃς τοῦ ἁγίου Πνεύματος τὴν παντευχίαν, ἵνα μὴ εὐάλωτος γένῃ τοῖς πολεμίοις· τῷ τῆς μετανοίας θυρεῷ δέχου καὶ τίνασσε τῆς ἐπιθυμίας τὰ βέλη.
Ἡδεῖα ἡ πορνεία, ἀλλ' ἐπιβλαβής· τραχεῖα ἡ σωφροσύνη, ἀλλ' ἐπωφελής. Ἡ πορνεία συμπράττουσαν ἔχει τοῦ σώματος τὴν φύσιν· ἡ σωφροσύνη συνεργοῦσαν ἔχει τοῦ Πνεύματος τὴν χάριν. Ὅπου τοίνυν πορνεία, ἐκεῖ ὁ διάβολος κατοικεῖ ὅπου δὲ σωφροσύνη, ἐκεῖ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐπαναπαύεται.
∆ιὰ τοῦτο ὁ μακάριος Παῦλος λέγει· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθείρει τοῦτον ὁ Θεός· καὶ πάλιν φησίν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Στήσωμεν οὖν τῆς ἁμαρτίας τὴν ῥύμην τῇ ἀγκύρᾳ τῆς μετανοίας, ἵνα μὴ ἡ ἐπάλληλος τῶν ἐπιθυμιῶν ἀντίπνοια ναυάγιον ἡμᾶς ὑπομεῖναι παρασκευάσῃ.
Ἀλλ' οἱ μὲν πλωτῆρες ναυάγιον ἐν ὕδασιν ὑπομένουσιν, οἱ δὲ ἁμαρτωλοὶ εἰς τὸν ποταμὸν τοῦ πυρὸς τὸν ῥέοντα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ὡσεὶ μόλιβδος καταποντίζονται, οὐ σὺν ἅρμασι καὶ ἵπποις, ἀλλὰ σὺν λογισμοῖς καὶ γνώμαις.
Αἰδεσθῶμεν οὖν τὴν τοῦ Χριστοῦ ἀγαθότητα, ἐντράπωμεν αὐτοῦ τὰ πάθη, μὴ ματαιώσωμεν αὐτοῦ τοὺς μώλωπας, μὴ τὴν αἰσχρὰν ἡδονὴν τῆς καλῆς αὐτοῦ προκρίνωμεν ἡδονῆς καὶ ἐντολῆς, μὴ κακοῖς τὸν εὐεργέτην ἀμειψώμεθα, μὴ λάβωμεν αὐτοῦ τὰ μέλη, καὶ ποιήσωμεν πόρνης μέλη· οὐκ ἐσμὲν γὰρ ἑαυτῶν κύριοι· τιμῆς ἠγοράσθημεν.
Τίς δὲ ἡμᾶς ἀπέδοτο, ἢ τίς ἡμᾶς ὠνήσατο; Ὁ διάβολος ἡμᾶς ἀπέδοτο διὰ τῆς ἁμαρτίας, ὁ Χριστὸς ἡμᾶς ἐξηγόρασε διὰ τῆς δικαιοσύνης.
Πῶς δὲ ἡμᾶς ἠγόρασε; χρυσίον, ἢ ἀργύριον δούς;
Οὐχὶ, ἀλλὰ τὸ οἰκεῖον αἷμα τὸ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύ· πάσας γὰρ ἡμῶν τὰς ἁμαρτίας ἠγόρασε· πολλαὶ δέ εἰσι, καὶ ποικίλως καὶ διαφόρως ἐνοχλοῦσαι ἡμῶν τὴν σωτηρίαν.
Ποίας ἁμαρτίας; Τὰς τοῦ νόμου· ἀλλ' οὐχ ὅτι ὁ νόμος ἁμαρτία, μὴ γένοιτο· ἀλλ' ὅτι ἐκτὸς νόμου ἁμαρτίαν οὐκ ᾔδειν.
Ἐπεὶ οὖν ὁ νόμος ὡς παραβάτην με ἔνοχον κατάρας ἐποίει, διὰ τοῦτο ἐλθὼν ὁ Χριστὸς Ἰησοῦς ἐξηγόρασέ με ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
Μὴ τὴν πάνδημον οὖν πρόνοιαν τοῦ διαβόλου προκρίνωμεν τῆς οἰκονομίας τοῦ Χριστοῦ· μὴ πρὸς χάριν τῆς ἁμαρτίας παραδράμωμεν τῆς μετανοίας τὸ κάλλος.
Εἰ φοβῇ τὴν ἀπειλὴν, κατάφυγε ἐπὶ τὴν ἐντολήν· εἰ μὲν μέλλουσαν κρίσιν ἀποδρᾶσαι θέλεις, ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· τουτέστιν, ἀπόθου τὴν ἁμαρτίαν, καὶ ἐργάτης γένου τῆς μετανοίας, ἵνα ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτοὺς, ἀποδεξάμενός σου τῆς ψυχῆς τὴν προθυμίαν, χαρίσηταί σοι τὴν ἄφεσιν τῆς ἁμαρτίας· ἡμεῖς δὲ ὑπὲρ τῶν εἰρημένων αἶνον καὶ δόξαν ἀναπέμπωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας
orthodoxfathers.com
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς σά προστρεχόντων· ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατεσκεύασέ σε Ποιητής Ἄχραντε, οἰκήσας ἐν τῆ μήτρα σου, καί πάντας σοι προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.
αῖρε, σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρώς· χαῖρε, σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργούσα· χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστούς Κυρίω ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γάρ τῆ ψάμμω ὠδάς, ἄν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοί βοῶσιν.
Ἀλληλούϊα
Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρώμεν τήν ἁγίαν Παρθένον· τό γάρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντάς, αὐγῆ τόν νοῦ φωτίζουσα, κραυγῆ δέ τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου· χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα· χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμόν' χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρύπον.
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωή μυστικής εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δἰ ἑαυτοῦ, πρός τούς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων οὕτως.
Ἀλληλούϊα
Ψάλλοντές σου τόν Τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῆ σῆ γάρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῆ χειρί Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.
Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, Κιβωτέ χρυσωθεῖσα τῶ Πνεύματι· χαῖρε, θησαυρέ τῆς ζωής ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον Ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δἰ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δἰ ἧς ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὤ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων Ἀγίων ἁγιώτατον Λόγον (τρεῖς φορές) δεξαμενή τήν νῦν προσφοράν, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντάς· καί τῆς μελλούσης λύτρωσαι κολάσεως, τούς σοί βοῶντας.
Ἀλληλούϊα
Γ΄ ΣΤΑΣΗ
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον· ἵνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τό στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπτονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτήν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγxώρησις.
Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργή πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενοθῶμεν τοῦ κόσμου, τόν νοῦν εἰς αὐρανόν μεταθέντες· διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί γῆς ἐφάνη ταπεινός ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρός τό ὕψος, τούς αὐτῶ βοῶντας·
Ἀλληλούϊα
Ὅλως ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος. Λόγος· συγκατάβασις γάρ Θεϊκή, οὐ μετάβασις δέ τοπική γέγονε· καί τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτό ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνῦσα.
Χαῖρε, δἰ ἧς ἐλύθη παράβασις· χαῖρε, δἰ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τό μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τόν ἀπρόσιτον γάρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτόν ἄνθρωπον, ἡμῖν μέν συνδιάγοντα, ἀκούοντα δέ παρά πάντων οὕτως·
Ἀλληλούϊα
Ρήτορας, πολυφθόγγους ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπί σοί Θεοτόκε· ἀποροῦσι γάρ λέγειν το, πῶς και Παρθένος μένεις, καί Παρθένος μένεις, καί τεκεῖν ἴσχυσας· ἡμεῖς δέ τό Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν.
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἀλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοί συζητηταί· χαῖρε, ὅτι ἐμαράνθυσαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τάς πλοκάς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τάς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλούς ἐν γνώσει φωτίζουσα
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρός τοῦτον αὐτεπάγγελτος ἦλθε· καί ποιμήν ὑπάρχων ὡς Θεός, δἰ ἡμάς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίω γάρ τό ὅμοιον καλέσας, ὡς θεός ἀκούει.
Ἀλληλούϊα
Ἥκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν· καί δραμόντες ὠς πρός Ποιμένα, θεωρούσι τοῦτον ὡς ἀμνόν ἄμωμον, ἐν τῆ γαστρί Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον.
Χαῖρε, ἀμνοῦ καί ποιμένος Μήτηρ· χαῖρε, αὐλή λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τά οὐράνια συναγέλλεται τῆ γῆ· χαῖρε, ὅτι τά ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δἰ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε, δἰ ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῆ τούτου ἠκολούθησαν αἴγλη· και ὡς λύχνον κρατοῦντες αὐτόν, δἰ αὐτοῦ ἠρεύνων κραταιόν Ἄνακτα· καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν, αὐτῶ βοῶντες.
Ἀλληλούϊα
Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους· καί Δεσπότην νοοῦντες αὐτόν, εἰ καί δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καί βοῆσαι τῆ Εὐλογημένη.
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὑγή μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα· χαῖρε τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον, ἐκβαλοῦσα τῆς ἀρχῆς· Χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρός προσκύνησιν παύσασα· χαῖρε, φλογός παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τήν Βαβυλῶνα· ἐκτελέσαντές σου τόν χρησμόν, καί κηρύξαντές σε τόν Χριστόν ἅπασιν, ἀφέντες τόν Ἡρώδην ὡς ληρώδη, μή εἰδότα ψάλλειν.
Ἀλληλούϊα
Λάμψας ἐν τῆ Αἰγύπτω, φωτισμόν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τό σκότος· τά γάρ εἴδωλα ταύτης Σωτήρ, μή ἐνεγκαντά σου τήν ἰσχύν πέπτωκεν· οἱ τούτων δέ ῥυσθέντες, ἐβόων πρός τήν Θεοτόκον.
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα, Φαραώ τόν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα, τούς διψῶντας τήν ζωήν.
Χαῖρε, πύρινε στῦλε, οδηγῶν τούς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφής τοῦ Μάννα διάδοχε· χαῖρε τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἦς ῥέει μέλι καί γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βράθος αὐτῶ, ἀλλ' ἐγνώσθης τούτῳ καί Θεός τέλειος· διόπερ ἐξεπλάγη, σου ήν ἄῤῥητον σοφίαν, κράζων:
Ἀλληλούϊα
Α΄ΣΤΑΣΗ
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῆ Θεοτόκω το, Χαῖρε· (τρεῖς φορές) καί σύν τῆ ἀσωμάτω φωνῆ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καί ἵστατο, κραυγάζων πρός αὐτήν τοιαῦτα.
Χαῖρε, δἰ ἦς ἡ χαρά ἐκλάμψει· χαῖρε, δἰ ἦς ἡ ἀρά ἐκλείψει.
Χαίρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καί Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι υπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον· χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δἰ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δἰ ἧς βραφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῶ Γαβριήλ θαρσαλέω· Τό παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῆ ψυχῆ φαίνεται· ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων·
Ἀλληλούϊα
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ παρθένος ζητοῦσα, ἐβόησε πρός τόν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν, Υἱόν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Προς ἥν ἐκεῖνος ἔφησεν ἐν φόφω, πλήν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τό κεφάλαιον.
Χαῖρε, κλίμαξ ἐπουράνιε, δἰ ἥς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγελων πολυθρύλητον θαῦμα· χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τό πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν, καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τῆ Ἀπειρογάμω· καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῶ ψάλλειν οὕτως·
Ἀλληλούϊα
Ἔχουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ· τό δέ βρέφος ἐκείνης εὐθύς, ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε· καί ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον.
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία· χαῖρε, θνητῶν πρός Θεόν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμόν σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθών δέ σου τήν σύλληψιν έκ Πνεύματος ἁγίου, ἔφη·
Ἀλληλούϊα
Αρχιμ. Δαμιανού Ζαφείρη,
Επτά Λόγοι στους Χαιρετισμούς,
εκδ. Αποστολική Διακονία, Αθήνα, 1998, σελ. 47-54.
Δυο δώρα προσφέρουμε κάθε Παρασκευή των Χαιρετισμών στην Παναγία. Δυό υπέροχα δώρα που είναι αντάξια της Μητέρας του Θεού, της Θεοτόκου, της τιμιωτέρας των Χερουβείμ και ενδοξοτέρας των Σεραφείμ. Τα θεσπέσια αυτά δώρα είναι ο Ακάθιστος Ύμνος με τους 24 Οίκους και ο Κανόνας με τις εννέα ωδές. Και τα δυό είναι αριστουργήματα της Βυζαντινής υμνολογίας που εξαίρουν το έργο και το πρόσωπο της Υπεραγίας Θεοτόκου. Ο υμνογράφος στον κανόνα χρησιμοποιεί για την Παναγία τις φράσεις: «ρόδον τό ἀμάραντον , μύρον πολύτιμον , στάχυνἡ βλαστήσασα τόν θεῖον, εἴσοδος τῶν σωζόμενων, κλίμαξ , γέφυρα, ἱερόν καταφύγιον ἰσχύς καί ὄχυρωμα τῶν ἀνθρώπων, λιμήν, ἄνθος τό ἀμάραντον, τεῖχος καί ὄχυρωμα, ἄστρον ἄδυτον, τῶν ἀθλητῶν στεφάνωμα».
Ό λα αυτά χαρακτηρίζουν την ξεχωριστή θέση που έχει η Παναγία στον κόσμο της αγιότητος της Εκκλησίας. Ως Μητέρα του Θεού είναι ο μοναδικός θησαυρός του πιστού, διότι προσφέρεται για την σωτηρία του κόσμου και γι' αυτό αποκαλείται «κόσμου διάσωσμα ». Η Παναγία είναι το καταφύγιο και το λιμάνι των πιστών, διότι σ' αυτήν βλέπουν ασφάλεια και προστασία. Και στον Ακάθιστο Ύμνο αποκαλείται « ἀστήρ , ὁδηγός σωφροσύνης, ἀνόρθωσις τῶν ἀνθρώπων, γῆ τῆς ἐπαγγελίας , τό ἄνθος τῆς ἀφθαρσίας , τό στέφος τῆς ἐγκράτειας , ὄχημα πανάγιον , οἴκημα πανάριστον , ἐλπίς ἀγαθῶν αἰωνίων, σκηνή τοῦ Θεοῦ καί λόγου, ἁγία ἅγιων με ῖζον , ἀσάλευτος πύργος, τό ἀπόρθητον τεῖχος». Όλα αυτά τονίζουν το μέγιστο έργο της Παναγίας για την σωτηρία του ανθρωπίνου γένους. Η τιμιωτέρα των Χερουβείμ και ενδοξότερα των Σεραφείμ συνεχίζει το θείο έργο με τα πολυάριθμα θαύματα προς όσους προστρέχουν με πίστη και αγάπη στον Θεό.
Ιδιαίτερα ο Ακάθιστος Ύμνος είναι ευχαριστήριος Ύμνος και εγκώμιο στο πρόσωπο της Παναγίας για το μεγάλο θαύμα που έκανε το έτος 626 στην Κωνσταντινούπολη, νικώντας δυο μεγάλες στρατιές αλλοθρήσκων, τους Πέρσες και τους Αβάρους. Ο Ακάθιστος Ύμνος παρουσιάζει την βαθιά πίστη των προγόνων μας στο Θεό και στην πατρίδα. Αυτά τα δυό ήταν ενωμένα στην ψυχή του λαού του Βυζαντίου και εκφράζονται έντονα στον Ακάθιστο Ύμνο με το « Χα ῖ ρε νύμφη ἀ νύμφευτε » και « τῇ ὑπερμάχω στρατηγῷ τά νικητήρια». Μέ τό « χα ῖ ρε νύμφη ἀ νύμφευτε » παρουσιάζεται το κοσμοσωτήριο έργο της Παναγίας και με το « τῇ ὑπερμάχω στρατηγῷ » τονίζονται τα θαυμαστά γεγονότα της ιστορίας του Βυζαντίου. Τα θρησκευτικά και τα εθνικά ιδεώδη συνυπάρχουν στο λαό του Βυζαντίου. Η έννοια της θρησκείας και της πατρίδος λαμβάνουν ιδιαίτερο χώρο στη συνείδηση του λαού αυτού.
Η εθνική και η θρησκευτική συνείδηση
Ὁ Ακάθιστος ύμνος μας καλεί να μαθητεύσουμε στην ιστορία των προγόνων μας, για να ωφεληθούμε από τα διδάγματά της για τους κοινούς θρησκευτικούς και εθνικούς αγώνες τους. Οι έννοιες της πίστεως και της πατρίδος συνυπήρχαν στην συνείδηση του λαού του Βυζαντίου. Η πίστη και η ελευθερία ήταν τα μοναδικά ιδανικά των και γι' αυτά πολεμούσαν μέχρι θυσίας.
Η έννοια της πατρίδας ήταν συνυφασμένη με την έννοια της θρησκείας, διότι σ' αυτήν υπήρχαν τα ιερά και όσια της πίστεώς των. Ακόμη και οι αρχαίοι πρόγονοί μας έδιναν μία ιερότητα στην έννοια της πατρίδος και αυτό το τονίζει ο σοφός Σωκράτης: «Μητρός τέ καί πατρός καί τῶν ἄλλων προγόνων ἁ πάντων τιμιώτερον ἐστιν ἡ πατρίς καί σεμνότερον καί ἁγιώτερον...» (=Και από την μητέρα και από τον πατέρα κι όλους γενικά τους άλλους προγόνους πιο πολύτιμο αγαθό είναι η πατρίδα και πιο σεβαστό και πιο ιερό...). Ο δε στρατηγός Μακρυγιάννης στα απομνημονεύματά του έγραφε: « Γλυκύτερον πρᾶγμα δέν εἶναι ἄλλο ἀπό τήν πατρίδα καί τήν θρησκεία». Και ο Κωστής Παλαμάς γράφει με τόλμη: « Δέν ζεῖ χωρίς πατρίδα ἡ ἀνθρώπινη ψυχή».
Είναι γεγονός αναμφισβήτητο ότι στην πατρίδα εμπιστευόμαστε τη ζωή μας, τη ζωή των παιδιών μας, την τιμή μας, τα ιερά και τα όσιά μας. Γι' αυτό είναι ανάγκη να αγαπάμε την πατρίδα μας και να έχουμε εθνική συνείδηση. Διότι η εθνική συνείδηση δηλώνει κοινούς αγώνες, κοινή γλώσσα και θρησκεία και κοινές παραδόσεις.
Η εθνική και η θρησκευτική συνείδηση πρέπει να πορεύονται μαζί, όπως η ενότητα ενός έθνους και η πίστη στο Θεό, η αρετή και το θείο. Και οι δυο μαζί οδηγούν στην ομόνοια ενός έθνους. Το παρελθόν της Ελλάδος είναι λαμπρό με τις ηρωικές μορφές της που την διέκριναν από όλα τα έθνη του κόσμου. Οι ιερές παραδόσεις εξυψώνουν την εθνική συνείδηση για νέους αγώνες και θυσίες.
Η πίστη στα υψηλά ιδανικά εμπνέει το πνεύμα της άμιλλας, της ενότητας και συνεργασίας που ξυπνά τον Έλληνα από τον λήθαργο της αδιαφορίας και της ατομικής ευμάρειας. Ας ξεχάσουμε τους φανατισμούς μας, τις μισαλλοδοξίες, τις αδικίες και τα μίση που διασπούν την ενότητά μας, διότι η ελληνική ιστορία μας έχει διδάξει ότι τίποτε καλό δεν έχουμε επιτύχει με τις διχόνοιες. Όπως προέτρεπε ο Θεόδωρος Κολοκοτρώνης τους Έλληνες, «να' στε μονιασμένοι».
Ορθοδοξία και Ελληνισμός
Πάντοτε η Ορθοδοξία ήταν παράγοντας ενότητας, ειρήνης και συμφιλιώσεως των Ελλήνων, διότι κηρύττει την ελευθερία και την αγάπη μεταξύ των ανθρώπων. Βλέπει το ανθρώπινο πρόσωπο ως εικόνα του Θεού και το σέβεται προσφέροντάς του τα υψηλά ιδανικά και τις θεανθρώπινες αξίες του Χριστιανισμού. Η Ορθοδοξία στοχεύει να δημιουργήσει ώριμους και υπεύθυνους ανθρώπους με υψηλούς σκοπούς, ώστε να συμβάλλουν για μια καλύτερη κοινωνία, η οποία να εμφορείται από τις αξίες της δικαιοσύνης, της ελευθερίας και της αγάπης.
Ως ορθόδοξοι χριστιανοί έχουμε την προσωπική ευθύνη για ορθόδοξο και ελληνικό ήθος. Και τα δυο μαζί να συμπορεύονται και να κατευθύνουν την ψυχή του Έλληνα σε νέους αγώνες και θυσίες. Είναι αλήθεια ότι οι αρχαίοι Έλληνες είχαν αναπτύξει σε μεγάλο βαθμό τη μεγάλη αξία της θρησκείας και της πατρίδος.
Μπορεί να αισθανόμαστε αδύναμοι μπροστά στις δυνάμεις των μεγάλων εθνών, στις υπεράριθμες στρατιές άλλων χωρών, αλλά ας μην ξεχνάμε ότι 12.000 στρατιώτες που είχαν μείνει στα τείχη της Κωνσταντινούπολης με τον πατριάρχη Σέργιο και τον φρούραρχο Βώνο πολέμησαν τις μυριάδες των Περσών και των Αβάρων , που κτυπούσαν αλύπητα τα φρούρια της Κωνσταντινούπολης από ξηρά και θάλασσα. Η νίκη των βαρβάρων ήταν σίγουρη, αλλά δεν είχαν υπολογίσει την πίστη των ολιγάριθμων χριστιανών. Η Παναγία έκανε πάλι το θαύμα της και ως Στρατηγός διηύθυνε το στράτευμα, προσθέτοντας την δύναμη του Θεού και κατατροπώνοντας τις εχθρικές δυνάμεις των Περσών και των Αβάρων. Η δύναμή μας είναι η πίστη μας στο Θεό και την Υπεραγία Θεοτόκο, η οποία ως Υπέρμαχος Στρατηγός θα οδηγήσει την Ορθοδοξία και τη μικρή Ελλάδα και σε άλλα θαύματα, αρκεί εμείς να είμαστε σταθεροί στην πίστη και στα ιδανικά μας.
Η Ορθοδοξία και ο Ελληνισμός πορευόμενοι μαζί δίνουν μήνυμα και πρόσκληση στον σύγχρονο κόσμο, προσφέροντας τις παραδόσεις και την πνευματική κληρονομιά της. Πάντοτε η Ορθοδοξία και ο Ελληνισμός υπήρξαν ενωμένοι και αυτό δηλώνεται με την σφραγίδα του ελληνοχριστιανικού πολιτισμού. Είναι οι δυό όψεις του αυτού νομίσματος.
Η κρίση των αξιών
Σήμερα ζούμε σ' έναν κόσμο που η ελληνική κοινωνία απειλείται από εσωτερικούς και εξωτερικούς εχθρούς και συγχρόνως διέρχεται κρίσεις, από τις οποίες κινδυνεύει να χάσει την ταυτότητά της. Ξεκινά από τη κρίση των αξιών και των ιδεολογιών και φθάνει μέχρι την κρίση του ανθρωπισμού, της ηθικής, της οικογένειας και της παιδείας. Αυτό που κυριαρχεί περισσότερο είναι η κρίση των ηθικών αξιών, από την έλλειψη της αγάπης και της προσφοράς. Ακόμη ένας αφανής κίνδυνος είναι η κρίση των συνειδήσεων των ανθρώπων, που νεκρώνονται εξαιτίας του ατομισμού και της μοναξιάς.