Σάββατο 28 Μαΐου 2016

Ο Απόστολος της Κυριακής 29 Μαΐου 2016

a3Ὅταν αὐτὸς ἔφθασε καὶ εἶδε
τὴν χάριν τοῦ Θεοῦ,
ἐχάρηκε καὶ παρώτρυνε ὅλους
νὰ παραμένουν πιστοὶ εἰς τὸν Κύριον
μὲ σταθερὴ καρδιά, διότι ἦτο πραγματικὰ
ἄνθρωπος ἀγαθὸς καὶ γεμᾶτος
Πνεῦμα Ἅγιον καὶ πίστιν.



Πράξεις ια΄19-30)
Ἐν ταις ημέραις εκείναις, οἱ διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν.
Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

Ἀπόδοση σε απλή γλώσσα
Τις ημέρες ἐκείνες, ἐκεῖνοι ποὺ εἶχαν διασπαρῆ ἕνεκα τοῦ διωγμοῦ, ποὺ ἔγινε ἐξ αἰτίας τοῦ Στεφάνου, ἔφθασαν μέχρι τῆς Φοινίκης καὶ τῆς Κύπρου καὶ τῆς Ἀντιοχείας, ἀλλὰ δὲν ἐκήρυτταν τὸν λόγον σὲ κανένα παρὰ μόνο σὲ Ἰουδαίους. Μερικοὶ ἀπὸ αὐτοὺς ὴσαν Κύπριοι καὶ Κυρηναῖοι, οἱ ὁποῖοι, ὅταν ἐμπῆκαν εἰς τὴν Ἀντιόχειαν, ἐμιλοῦσαν εἰς τοὺς ἑλληνιστὰς κηρύττοντες τὸ χαρμόσυνον ἄγγελμα περὶ τοῦ Κυρίου Ἰησοῦ. Καὶ τὸ χέρι τοῦ Κυρίου ἦτο μαζί τους καὶ μεγάλος ἀριθμὸς ἐπίστεψε καὶ ἐπέστρεψε εἰς τὸν Κύριον.
Ἔφθασε δὲ ἡ εἴδησις γι’ αὐτοὺς εἰς τὰ αὐτιὰ τῆς ἐκκλησίας τῶν Ἱεροσολύμων καὶ ἔστειλαν τὸν Βαρνάβαν ἕως τὴν Ἀντιόχειαν. Ὅταν αὐτὸς ἔφθασε καὶ εἶδε τὴν χάριν τοῦ Θεοῦ, ἐχάρηκε καὶ παρώτρυνε ὅλους νὰ παραμένουν πιστοὶ εἰς τὸν Κύριον μὲ σταθερὴ καρδιά, διότι ἦτο πραγματικὰ ἄνθρωπος ἀγαθὸς καὶ γεμᾶτος Πνεῦμα Ἅγιον καὶ πίστιν. Ἀρκετὸς δὲ λαὸς προσετέθη εἰς τὸν Κύριον. Τότε ὁ Βαρνάβας ἀνεχώρησε εἰς τὴν Ταρσὸν διὰ νὰ ζητήσῃ τὸν Σαῦλον καὶ ὅταν τὸν εὑρῆκε τὸν ἔφερε εἰς τὴν Ἀντιόχειαν.
Ἕμενε δὲ ἕναν ὁλόκληρον χρόνο εἰς τὴν ἐκκλησίαν καὶ ἐδίδαξαν πλῆθος πολύ. Εἰς τὴν Ἀντιόχειαν οἱ μαθηταὶ ὠνομάσθησαν διὰ πρώτην φορὰν Χριστιανοί. Κατὰ τὰς ἡμέρας αὐτὰς κατέβηκαν προφῆται ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὴν Ἀντιόχειαν. Ἕνας δὲ ἀπὸ αὐτούς, ὀνομαζόμενος Ἄγαβος, ἐσηκώθηκε καὶ προεῖπε διὰ τοῦ Πνεύματος, ὅτι θὰ ἐγίνετο μεγάλη πεῖνα εἰς ὅλην τὴν οἰκουμένην, ἡ ὁποία καὶ ἔγινε ἐπὶ Κλαυδίου Καίσαρος. Ἀπεφάσισαν δὲ οἱ μαθηταὶ νὰ στείλῃ ὁ καθένας, ἀνάλογα πρὸς τὴν οἰκονομικήν του κατάστασιν, βοήθειαν εἰς τοὺς ἀδελφοὺς ποὺ κατοικοῦσαν εἰς τὴν Ἰουδαίαν. Αὐτὸ καὶ ἔκαναν καὶ τὴν ἀπέστειλαν εἰς τοὺς πρεσβυτέρους διὰ τοῦ Βαρνάβα καὶ τοῦ Σαύλου.

0 σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...