Κυριακή 9 Μαρτίου 2014

Κυριακή της Ορθοδοξίας



“Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἑβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστόν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὸ τὸν κοινὸν Δεσπότην ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμονες”.   
  “Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη”.

0 σχόλια:

Δημοσίευση σχολίου