Θ΄ Ματθαίου: Ματθ. ιδ΄ 22-34
Τῷ
καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ
πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. καὶ
ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ
γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν,
βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. τετάρτῃ δὲ
φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς
θαλάσσης. καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα
ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ
φοβεῖσθε. ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με
πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ
πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν.
βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι
ἔκραξε λέγων· Κύριε, σῶσόν με. εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα
ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας; καὶ
ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ
ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ
διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
0 σχόλια:
Δημοσίευση σχολίου